ἀπελαυνόμενος δὲ ὁ Ἀρισταγόρης ἐκ τῆς Σπάρτης ἤιε ἐς τὰς Ἀθήνας γενομένας τυράννων ὧδε ἐλευθέρας . ἐπεὶ Ἵππαρχον τὸν Πεισιστράτου , Ἱππίεω δὲ τοῦ τυράννου ἀδελφεόν , ἰδόντα ὄψιν ἐνυπνίου τῷ ἑωυτοῦ πάθεϊ ἐναργεστάτην κτείνουσι Ἀριστογείτων καὶ Ἁρμόδιος , γένος ἐόντες τὰ ἀνέκαθεν Γεφυραῖοι , μετὰ ταῦτα ἐτυραννεύοντο Ἀθηναῖοι ἐπʼ ἔτεα τέσσερα οὐδὲν ἧσσον ἀλλὰ καὶ μᾶλλον ἢ πρὸ τοῦ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.