αὗται μὲν ἀρχαί τε ἦσαν καὶ φόρων ἐπιτάξιες . ἡ Περσὶς δὲ χώρη μούνη μοι οὐκ εἴρηται δασμοφόρος · ἀτελέα γὰρ Πέρσαι νέμονται χώρην .
οἵδε δὲ φόρον μὲν οὐδένα ἐτάχθησαν φέρειν , δῶρα δὲ ἀγίνεον · Αἰθίοπες οἱ πρόσουροι Αἰγύπτῳ , τοὺς Καμβύσης ἐλαύνων ἐπὶ τοὺς μακροβίους Αἰθίοπας κατεστρέψατο , οἵ τε περί τε Νύσην τὴν ἱρὴν κατοίκηνται καὶ τῷ Διονύσῳ ἀνάγουσι τὰς ὁρτάς · οὗτοι οἱ Αἰθίοπες καὶ οἱ πλησιόχωροι τούτοισι σπέρματι μὲν χρέωνται τῷ αὐτῷ τῷ καὶ οἱ Καλλαντίαι Ἰνδοί , οἰκήματα δὲ ἔκτηνται κατάγαια .
οὗτοι συναμφότεροι διὰ τρίτου ἔτεος ἀγίνεον , ἀγινέουσι δὲ καὶ τὸ μέχρι ἐμεῦ , δύο χοίνικας ἀπύρου χρυσίου καὶ διηκοσίας φάλαγγας ἐβένου καὶ πέντε παῖδας Αἰθίοπας καὶ ἐλέφαντος ὀδόντας μεγάλους εἴκοσι . Κόλχοι
δὲ τὰ ἐτάξαντο ἐς τὴν δωρεὴν καὶ οἱ προσεχέες μέχρι Καυκάσιος ὄρεος ( ἐς τοῦτο γὰρ τὸ ὄρος ὑπὸ Πέρσῃσι ἄρχεται , τὰ δὲ πρὸς βορέην ἄνεμον τοῦ Καυκάσιος Περσέων οὐδὲν ἔτι φροντίζει) , οὗτοι ὦν δῶρα τὰ ἐτάξαντο ἔτι καὶ ἐς ἐμὲ διὰ πεντετηρίδος ἀγίνεον , ἑκατὸν παῖδας καὶ ἑκατὸν παρθένους . Ἀράβιοι
δὲ χίλια τάλαντα ἀγίνεον λιβανωτοῦ ἀνὰ πᾶν ἔτος . ταῦτα μὲν οὗτοι δῶρα πάρεξ τοῦ φόρου βασιλέι ἐκόμιζον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.