ἐν χρόνῳ δὲ ὀλίγῳ μετὰ ταῦτα τάδε ἄλλα συνήνεικε γενέσθαι . Ἀτόσσῃ τῇ Κύρου μὲν θυγατρὶ Δαρείου δὲ γυναικὶ ἐπὶ τοῦ μαστοῦ ἔφυ φῦμα , μετὰ δὲ ἐκραγὲν ἐνέμετο πρόσω . ὅσον μὲν δὴ χρόνον ἦν ἔλασσον , ἣ δὲ κρύπτουσα καὶ αἰσχυνομένη ἔφραζε οὐδενί · ἐπείτε δὲ ἐν κακῷ ἦν , μετεπέμψατο τὸν Δημοκήδεα καί οἱ ἐπέδεξε .
ὁ δὲ φὰς ὑγιέα ποιήσειν ἐξορκοῖ μιν ἦ μέν οἱ ἀντυπουργήσειν ἐκείνην τοῦτο τὸ ἂν αὐτῆς δεηθῇ · δεήσεσθαι δὲ οὐδενὸς τῶν ὅσα ἐς αἰσχύνην ἐστὶ φέροντα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.