μετὰ δὲ ταῦτα Μαρδονίῳ ἦλθε ἀγγελίη ὡς ἁλέες εἴησαν οἱ Ἕλληνες ἐν τῷ Ἰσθμῷ . οὕτω δὴ ὀπίσω ἐπορεύετο διὰ Δεκελέης · οἱ γὰρ βοιωτάρχαι μετεπέμψαντο τοὺς προσχώρους τῶν Ἀσωπίων , οὗτοι δὲ αὐτῷ τὴν ὁδὸν ἡγέοντο ἐς Σφενδαλέας , ἐνθεῦτεν δὲ ἐς Τάναγραν ·
ἐν Τανάγρῃ δὲ νύκτα ἐναυλισάμενος , καὶ τραπόμενος τῇ ὑστεραίῃ ἐς Σκῶλον ἐν γῇ τῇ Θηβαίων ἦν . ἐνθαῦτα δὲ τῶν Θηβαίων καίπερ μηδιζόντων ἔκειρε τοὺς χώρους , οὔτι κατὰ ἔχθος αὐτῶν ἀλλʼ ὑπʼ ἀναγκαίης μεγάλης ἐχόμενος ἔρυμά τε τῷ στρατῷ ποιήσασθαι , καὶ ἢν συμβαλόντι οἱ μὴ ἐκβαίνῃ ὁκοῖόν τι ἐθέλοι , κρησφύγετον τοῦτο ἐποιέετο . παρῆκε
δὲ αὐτοῦ τὸ στρατόπεδον ἀρξάμενον ἀπὸ Ἐρυθρέων παρὰ Ὑσιάς , κατέτεινε δὲ ἐς τὴν Πλαταιίδα γῆν , παρὰ τὸν Ἀσωπὸν ποταμὸν τεταγμένον . οὐ μέντοι τό γε τεῖχος τοσοῦτο ἐποιέετο , ἁλλʼ ὡς ἐπὶ δέκα σταδίους μάλιστά κῃ μέτωπον ἕκαστον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.