ταύτην οἰκέοντες δύο ἔτεα , οὐδὲν γάρ σφι χρηστὸν συνεφέρετο , ἕνα αὐτῶν καταλιπόντες οἱ λοιποὶ πάντες ἀπέπλεον ἐς Δελφούς , ἀπικόμενοι δὲ ἐπὶ τὸ χρηστήριον ἐχρέωντο , φάμενοι οἰκέειν τε τὴν Λιβύην καὶ οὐδὲν ἄμεινον πρήσσειν οἰκεῦντες .
ἡ δὲ Πυθίη σφι πρὸς ταῦτα χρᾷ τάδε . αἰ
ἀκούσαντες δὲ τούτων οἱ ἀμφὶ τὸν Βάττον ἀπέπλωον ὀπίσω · οὐ γὰρ δή σφεας ἀπίει ὁ θεὸς τῆς ἀποικίης , πρὶν δὴ ἀπίκωνται ἐς αὐτὴν Λιβύην . ἀπικόμενοιτὺ ἐμεῦ Λιβύην μηλοτρόφον οἶδας ἄμεινον ,1ἐλθὼν ἐλθόντος , ἄγαν ἄγαμαι σοφίην σεῦ .1
δὲ ἐς τὴν νῆσον καὶ ἀναλαβόντες τὸν ἔλιπον , ἔκτισαν αὐτῆς τῆς Λιβύης χῶρον ἀντίον τῆς νήσου τῷ οὔνομα ἦν Ἄζιρις · τὸν νάπαι τε κάλλισται ἐπʼ ἀμφότερα συγκληίουσι καὶ ποταμὸς τὰ ἐπὶ θάτερα παραρρέει .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.