ἐγὼ δʼ ἔχω περὶ αὐτῶν γνώμην τήνδε · εἰ ἀληθέως οἱ Φοίνικες ἐξήγαγον τὰς ἱρὰς γυναῖκας καὶ τὴν μὲν αὐτέων ἐς Λιβύην τὴν δὲ ἐς τὴν Ἐλλάδα ἀπέδοντο , δοκέει ἐμοί ἡ γυνὴ αὕτη τῆς νῦν Ἑλλάδος , πρότερον δὲ Πελασγίης καλευμένης τῆς αὐτῆς ταύτης , πρηθῆναι ἐς Θεσπρωτούς ,
ἔπειτα δουλεύουσα αὐτόθι ἱδρύσασθαι ὑπὸ φηγῷ πεφυκυίῃ ἱρὸν Διός , ὥσπερ ἦν οἰκὸς ἀμφιπολεύουσαν ἐν Θήβῃσι ἱρὸν Διός , ἔνθα ἀπίκετο , ἐνθαῦτα μνήμην αὐτοῦ ἔχειν · ἐκ
δὲ τούτου χρηστήριον κατηγήσατο , ἐπείτε συνέλαβε τὴν Ἑλλάδα γλῶσσαν · φάναι δέ οἱ ἀδελφεὴν ἐν Λιβύῃ πεπρῆσθαι ὑπὸ τῶν αὐτῶν Φοινίκων ὑπʼ ὧν καὶ αὐτὴ ἐπρήθη .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.