μαθόντες δὲ ταῦτα τὰ γινόμενα ἐκ τῶν Ἰώνων οἱ στρατηγοὶ τῶν Σαμίων ἐνθαῦτα δὴ παρʼ Αἰάκεος τοῦ Συλοσῶντος κείνους τοὺς πρότερον ἔπεμπε λόγους ὁ Αἰάκης κελευόντων τῶν Περσέων , δεόμενος σφέων ἐκλιπεῖν τὴν Ἰώνων συμμαχίην · οἱ Σάμιοι ὦν ὁρῶντες ἐοῦσαν ἅμα μὲν ἀταξίην πολλὴν ἐκ τῶν Ἰώνων ἐδέκοντο τοὺς λόγους , ἅμα δὲ κατεφαίνετό σφι εἶναι ἀδύνατα τὰ βασιλέος πρήγματα ὑπερβαλέσθαι , εὖ δὲ ἐπιστάμενοι ὡς εἰ καὶ τὸ παρεὸν ναυτικὸν ὑπερβαλοίατο τὸν Δαρεῖον , ἄλλο σφι παρέσται πενταπλήσιον .
προφάσιος ὦν ἐπιλαβόμενοι , ἐπείτε τάχιστα εἶδον τοὺς Ἴωνας οὐ βουλομένους εἶναι χρηστούς , ἐν κέρδεϊ ἐποιεῦντο περιποιῆσαι τά τε ἱρὰ τὰ σφέτερα καὶ τὰ ἴδια . ὁ δὲ Αἰάκης , παρʼ ὅτευ τοὺς λόγους ἐδέκοντο οἱ Σάμιοι , παῖς μὲν ἦν Συλοσῶντος τοῦ Αἰάκεος , τύραννος δὲ ἐὼν Σάμου ὑπὸ τοὺ Μιλησίου Ἀρισταγόρεω ἀπεστέρητο τὴν ἀρχὴν κατά περ οἱ ἄλλοι τῆς Ἰωνίης τύραννοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.