τὸν δὲ Ἀρίστωνα ἔκνιζε ἄρα τῆς γυναικὸς ταύτης ὁ ἔρως · μηχανᾶται δὴ τοιάδε · αὐτός τε τῷ ἑταίρῳ , τοῦ ἦν ἡ γυνὴ αὕτη , ὑποδέκεται δωτίνην δώσειν τῶν ἑωυτοῦ πάντων ἕν , τὸ ἂν αὐτὸς ἐκεῖνος ἕληται , καὶ τὸν ἑταῖρον ἑωυτῷ ἐκέλευε ὡσαύτως τὴν ὁμοίην διδόναι · ὁ δὲ οὐδὲν φοβηθεὶς ἀμφὶ τῇ γυναικί , ὁρέων ἐοῦσαν καὶ Ἀρίστωνι γυναῖκα , καταινέει ταῦτα · ἐπὶ τούτοισι δὲ ὅρκους ἐπήλασαν .
μετὰ δὲ αὐτός τε ὁ Ἀρίστων ἔδωκε τοῦτο , ὅ τι δὴ ἦν , τὸ εἵλετο τῶν κειμηλίων τῶν Ἀρίστωνος ὁ Ἄγητος , καὶ αὐτὸς τὴν ὁμοίην ζητέων φέρεσθαι παρʼ ἐκείνου , ἐνθαῦτα δὴ τοῦ ἑταίρου τὴν γυναῖκα ἐπειρᾶτο ἀπάγεσθαι . ὁ δὲ πλὴν τούτου μούνου τὰ ἄλλα ἔφη καταινέσαι · ἀναγκαζόμενος μέντοι τῷ τε ὅρκῳ καὶ τῆς ἀπάτης τῇ παραγωγῇ ἀπιεῖ ἀπάγεσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.