ἠρίστευσε δὲ τῶν βαρβάρων πεζὸς μὲν ὁ Περσέων , ἵππος δὲ ἡ Σακέων , ἀνὴρ δὲ λέγεται Μαρδόνιος · Ἑλλήνων δέ , ἀγαθῶν γενομένων καὶ Τεγεητέων καὶ Ἀθηναίων , ὑπερεβάλοντο ἀρετῇ Λακεδαιμόνιοι .
ἄλλῳ μὲν οὐδενὶ ἔχω ἀποσημήνασθαι (ἅπαντες γὰρ οὗτοι τοὺς κατʼ ἑωυτοὺς ἐνίκων) , ὅτι δὲ κατὰ τὸ ἰσχυρότερον προσηνείχθησαν καὶ τούτων ἐκράτησαν . καὶ ἄριστος ἐγένετο μακρῷ Ἀριστόδημος κατὰ γνώμας τὰς ἡμετέρας , ὃς ἐκ Θερμοπυλέων μοῦνος τῶν τριηκοσίων σωθεὶς εἶχε ὄνειδος καὶ ἀτιμίην . μετὰ δὲ τοῦτον ἠρίστευσαν Ποσειδώνιός τε καὶ Φιλοκύων καὶ Ἀμομφάρετος ὁ Σπαρτιήτης . καίτοι
γενομένης λέσχης ὃς γένοιτο αὐτῶν ἄριστος , ἔγνωσαν οἱ παραγενόμενοι Σπαρτιητέων Ἀριστόδημον μὲν βουλόμενον φανερῶς ἀποθανεῖν ἐκ τῆς παρεούσης οἱ αἰτίης , λυσσῶντά τε καὶ ἐκλείποντα τὴν τάξιν ἔργα ἀποδέξασθαι μεγάλα , Ποσειδώνιον δὲ οὐ βουλόμενον ἀποθνήσκειν ἄνδρα γενέσθαι ἀγαθόν · τοσούτῳ τοῦτον εἶναι ἀμείνω . ἀλλὰ
ταῦτα μὲν καὶ φθόνῳ ἂν εἴποιεν · οὗτοι δὲ τοὺς κατέλεξα πάντες , πλὴν Ἀριστοδήμου , τῶν ἀποθανόντων ἐν ταύτῃ τῇ μάχῃ τίμιοι ἐγένοντο · Ἀριστόδημος δὲ βουλόμενος ἀποθανεῖν διὰ τὴν προειρημένην αἰτίην οὐκ ἐτιμήθη .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.