οὗτοι μὲν δὴ οὕτω διενένωντο ποιήσειν · οἱ δὲ ἐν Θερμοπύλῃσι Ἕλληνες , ἐπειδὴ πέλας ἐγένετο τῆς ἐσβολῆς ὁ Πέρσης , καταρρωδέοντες ἐβουλεύοντο περὶ ἀπαλλαγῆς . τοῖσι μέν νυν ἄλλοισι Πελοποννησίοισι ἐδόκεε ἐλθοῦσι ἐς Πελοπόννησον τὸν Ἰσθμὸν ἔχειν ἐν φυλακῇ · Λεωνίδης δέ , Φωκέων καὶ Λοκρῶν περισπερχεόντων τῇ γνώμῃ ταύτῃ , αὐτοῦ τε μένειν ἐψηφίζετο πέμπειν τε ἀγγέλους ἐς τὰς πόλιας κελεύοντάς σφι ἐπιβοηθέειν , ὡς ἐόντων αὐτῶν ὀλίγων στρατὸν τὸν Μήδων ἀλέξασθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.