ὡς δὲ παρῆσαν ἅπαντες ἔχοντες τὸ προειρημένον , ἐνθαῦτα ὁ Κῦρος , ἦν γάρ τις χῶρος τῆς Περσικῆς ἀκανθώδης ὅσον τε ἐπὶ ὀκτωκαίδεκα σταδίους ἢ εἴκοσι πάντῃ , τοῦτον σφι τὸν χῶρον προεῖπε ἐξημερῶσαι ἐν ἡμέρῃ .
ἐπιτελεσάντων δὲ τῶν Περσέων τὸν προκείμενον ἄεθλον , δεύτερα σφι προεῖπε ἐς τὴν ὑστεραίην παρεῖναι λελουμένους . ἐν δὲ τούτῳ τά τε αἰπόλια καὶ τὰς ποίμνας καὶ τὰ βουκόλια ὁ Κῦρος πάντα τοῦ πατρὸς συναλίσας ἐς τὠυτὸ ἔθυσε καὶ παρεσκεύαζε ὡς δεξόμενος τὸν Περσέων στρατόν , πρὸς δὲ οἴνῳ τε καὶ σιτίοισι ὡς ἐπιτηδεοτάτοισι . ἀπικομένους
δὲ τῇ ὑστεραίῃ τοὺς Πέρσας κατακλίνας ἐς λειμῶνα εὐώχεε . ἐπείτε δὲ ἀπὸ δείπνου ἦσαν , εἴρετο σφέας ὁ Κῦρος κότερα τὰ τῇ προτεραίῃ εἶχον ἢ τὰ παρεόντα σφι εἴη αἱρετώτερα . οἳ
δὲ ἔφασαν πολλὸν εἶναι αὐτῶν τὸ μέσον · τὴν μὲν γὰρ προτέρην ἡμέρην πάντα σφι κακὰ ἔχειν , τὴν δὲ τότε παρεοῦσαν πάντα ἀγαθά . παραλαβὼν δὲ τοῦτο τὸ ἔπος ὁ Κῦρος παρεγύμνου τὸν πάντα λόγον , λέγων ἄνδρες
Πέρσαι , οὕτω ὑμῖν ἔχει . βουλομένοισι μὲν ἐμέο πείθεσθαί ἔστι τάδε τε καὶ ἄλλα μυρία ἀγαθά , οὐδένα πόνον δουλοπρεπέα ἔχουσι , μὴ βουλομένοισι δὲ ἐμέο πείθεσθαι εἰσὶ ὑμῖν πόνοι τῷ χθιζῷ παραπλήσιοι ἀναρίθμητοι . νῦν
ὦν ἐμέο πειθόμενοι γίνεσθε ἐλεύθεροι . αὐτός τε γὰρ δοκέω θείῃ τύχῃ γεγονὼς τάδε ἐς χεῖρας ἄγεσθαι , καὶ ὑμέας ἥγημαι ἄνδρας Μήδων εἶναι οὐ φαυλοτέρους οὔτε τἄλλα οὔτε τὰ πολέμια . ὡς ὦν ἐχόντων ὧδε , ἀπίστασθε ἀπʼ Ἀστυάγεος τὴν ταχίστην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.