Μαρδόνιος μὲν ταῦτα ὦ Ἀθηναῖοι ἐνετείλατό μοι εἰπεῖν πρὸς ὑμέας · ἐγὼ δὲ περὶ μὲν εὐνοίης τῆς πρὸς ὑμέας ἐούσης ἐξ ἐμεῦ οὐδὲν λέξω , οὐ γὰρ ἂν νῦν πρῶτον ἐκμάθοιτε , προσχρηίζω δὲ ὑμέων πείθεσθαι Μαρδονίῳ .
ἐνορῶ γὰρ ὑμῖν οὐκ οἵοισί τε ἐσομένοισι τὸν πάντα χρόνον πολεμέειν Ξέρξῃ · εἰ γὰρ ἐνώρων τοῦτο ἐν ὑμῖν , οὐκ ἄν κοτε ἐς ὑμέας ἦλθον ἔχων λόγους τούσδε · καὶ γὰρ δύναμις ὑπὲρ ἄνθρωπον ἡ βασιλέος ἐστὶ καὶ χεὶρ ὑπερμήκης .
ἢν ὦν μὴ αὐτίκα ὁμολογήσητε , μεγάλα προτεινόντων ἐπʼ οἷσι ὁμολογέειν ἐθέλουσι , δειμαίνω ὑπὲρ ὑμέων ἐν τρίβῳ τε μάλιστα οἰκημένων τῶν συμμάχων πάντων αἰεί τε φθειρομένων μούνων , ἐξαίρετον μεταίχμιόν τε τὴν γῆν ἐκτημένων .
ἀλλὰ πείθεσθε · πολλοῦ γὰρ ὑμῖν ἄξια ταῦτα , εἰ βασιλεύς γε ὁ μέγας μούνοισι ὑμῖν Ἑλλήνων τὰς ἁμαρτάδας ἀπιεὶς ἐθέλει φίλος γενέσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.