πυραμίδα δὲ οὗτος ἀπελίπετο πολλὸν ἐλάσσω τοῦ πατρός , εἴκοσι ποδῶν καταδέουσαν κῶλον ἕκαστον τριῶν πλέθρων , ἐούσης τετραγώνου , λίθου δὲ ἐς τὸ ἥμισυ Αἰθιοπικοῦ · τὴν δὴ μετεξέτεροι φασὶ Ἑλλήνων Ῥοδώπιος ἑταίρης γυναικὸς εἶναι , οὐκ ὀρθῶς λέγοντες .
οὐδὲ ὦν οὐδὲ εἰδότες μοι φαίνονται λέγειν οὗτοι ἥτις ἦν ἡ Ῥοδῶπις · οὐ γὰρ ἄν οἱ πυραμίδα ἀνέθεσαν ποιήσασθαι τοιαύτην , ἐς τὴν ταλάντων χιλιάδες ἀναρίθμητοι ὡς λόγῳ εἰπεῖν ἀναισίμωνται · πρὸς δὲ ὅτι κατὰ Ἄμασιν βασιλεύοντα ἦν ἀκμάζουσα Ῥοδῶπις , ἀλλʼ οὐ κατὰ τοῦτον . ἔτεσι
γὰρ κάρτα πολλοῖσι ὕστερον τούτων τῶν βασιλέων τῶν τὰς πυραμίδας ταύτας ἦν λιπομένων Ῥοδῶπις , γενεὴν μὲν ἀπὸ Θρηίκης , δούλη δὲ ἦν Ἰάδμονος τοῦ Ἡφαιστοπόλιος ἀνδρὸς Σαμίου , σύνδουλος δὲ Αἰσώπου τοῦ λογοποιοῦ . καὶ γὰρ οὗτος Ἰάδμονος ἐγένετο , ὡς διέδεξε τῇδε οὐκ ἥκιστα · ἐπείτε
γὰρ πολλάκις κηρυσσόντων Δελφῶν ἐκ θεοπροπίου ὃς βούλοιτο ποινὴν τῆς Αἰσώπου ψυχῆς ἀνελέσθαι , ἄλλος μὲν οὐδεὶς ἐφάνη , Ἰάδμονος δὲ παιδὸς παῖς ἄλλος Ἰάδμων ἀνείλετο . οὕτω καὶ Αἴσωπος Ἰάδμονος ἐγένετο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.