τέλος δὲ ὁ Περίανδρος κήρυγμα ἐποιήσατο , ὃς ἂν ἢ οἰκίοισι ὑποδέξηταί μιν ἢ προσδιαλεχθῇ , ἱρὴν ζημίην τοῦτον τῷ Ἀπόλλωνι ὀφείλειν , ὅσην δὴ εἴπας .
πρὸς ὦν δὴ τοῦτο τὸ κήρυγμα οὔτε τίς οἱ διαλέγεσθαι οὔτε οἰκίοισι δέκεσθαι ἤθελε · πρὸς δὲ οὐδὲ αὐτὸς ἐκεῖνος ἐδικαίου πειρᾶσθαι ἀπειρημένου , ἀλλὰ διακαρτερέων ἐν τῇσι στοῇσι ἐκαλινδέετο . τετάρτῃ
δὲ ἡμέρῃ ἰδών μιν ὁ Περίανδρος ἀλουσίῃσί τε καὶ ἀσιτίῃσι συμπεπτωκότα οἴκτειρε · ὑπεὶς δὲ τῆς ὀργῆς ἤιε ἆσσον καὶ ἔλεγε ὦ παῖ , κότερα τούτων αἱρετώτερα ἐστί , ταῦτα τὸ νῦν ἔχων πρήσσεις , ἢ τὴν τυραννίδα καὶ τὰ ἀγαθὰ τὰ νῦν ἐγὼ ἔχω , ταῦτα ἐόντα τῷ πατρὶ ἐπιτήδεον παραλαμβάνειν , ὃς
ἐὼν ἐμός τε παῖς καὶ Κορίνθου τῆς εὐδαίμονος βασιλεὺς ἀλήτην βίον εἵλευ , ἀντιστατέων τε καὶ ὀργῇ χρεώμενος ἐς τόν σε ἥκιστα ἐχρῆν . εἰ γάρ τις συμφορὴ ἐν αὐτοῖσι γέγονε , ἐξ ἧς ὑποψίην ἐς ἐμὲ ἔχεις , ἐμοί τε αὕτη γέγονε καὶ ἐγὼ αὐτῆς τὸ πλεῦν μέτοχος εἰμί , ὅσῳ αὐτός σφεα ἐξεργασάμην . σὺ
δὲ μαθὼν ὅσῳ φθονέεσθαι κρέσσον ἐστὶ ἢ οἰκτείρεσθαι , ἅμα τε ὁκοῖόν τι ἐς τοὺς τοκέας καὶ ἐς τοὺς κρέσσονας τεθυμῶσθαι , ἄπιθι ἐς τὰ οἰκία . Περίανδρος
μὲν τούτοισι αὐτὸν κατελάμβανε · ὁ δὲ ἄλλο μὲν οὐδὲν ἀμείβεται τὸν πατέρα , ἔφη δέ μιν ἱρὴν ζημίην ὀφείλειν τῷ θεῷ ἑωυτῷ ἐς λόγους ἀπικόμενον . μαθὼν δὲ ὁ Περίανδρος ὡς ἄπορόν τι τὸ κακὸν εἴη τοῦ παιδὸς καὶ ἀνίκητον , ἐξ ὀφθαλμῶν μιν ἀποπέμπεται στείλας πλοῖον ἐς Κέρκυραν · ἐπεκράτεε γὰρ καὶ ταύτης · ἀποστείλας
δὲ τοῦτον ὁ Περίανδρος ἐστρατεύετο ἐπὶ τὸν πενθερὸν Προκλέα ὡς τῶν παρεόντων οἱ πρηγμάτων ἐόντα αἰτιώτατον , καὶ εἷλε μὲν τὴν Ἐπίδαυρον , εἷλε δὲ αὐτὸν Προκλέα καὶ ἐζώγρησε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.