ἔστι δὲ τῆς Ἀραβίης χώρης , Αἰγύπτου δὲ οὐ πρόσω , κόλπος θαλάσσης ἐσέχων ἐκ τῆς Ἐρυθρῆς καλεομένης θαλάσσης , μακρὸς οὕτω δή τι καὶ στεινὸς ὡς ἔρχομαι φράσων ·
μῆκος μὲν πλόου ἀρξαμένῳ ἐκ μυχοῦ διεκπλῶσαι ἐς τὴν εὐρέαν θάλασσαν ἡμέραι ἀναισιμοῦνται τεσσεράκοντα εἰρεσίῃ χρεωμένῳ · εὖρος δέ , τῇ εὐρύτατος ἐστὶ ὁ κόλπος , ἥμισυ ἡμέρης πλόου . ῥηχίη δʼ ἐν αὐτῷ καὶ ἄμπωτις ἀνὰ πᾶσαν ἡμέρην γίνεται . ἕτερον
τοιοῦτον κόλπον καὶ τὴν Αἴγυπτον δοκέω γενέσθαι κοτέ , τὸν μὲν ἐκ τῆς βορηίης θαλάσσης κόλπον ἐσέχοντα ἐπʼ Αἰθιοπίης , τὸν δὲ Ἀράβιον , τὸν ἔρχομαι λέξων , ἐκ τῆς νοτίης φέροντα ἐπὶ Συρίης , σχεδὸν μὲν ἀλλήλοισι συντετραίνοντας τοὺς μυχούς , ὀλίγον δέ τι παραλλάσσοντας τῆς χώρης . εἰ
ὦν ἐθελήσει ἐκτρέψαι τὸ ῥέεθρον ὁ Νεῖλος ἐς τοῦτον τὸν Ἀράβιον κόλπον , τί μιν κωλύει ῥέοντος τούτου ἐκχωσθῆναι ἐντός γε δισμυρίων ἐτέων ; ἐγὼ μὲν γὰρ ἔλπομαί γε καὶ μυρίων ἐντὸς χωσθῆναι ἄν · κοῦ γε δὴ ἐν τῷ προαναισιμωμένῳ χρόνῳ πρότερον ἢ ἐμὲ γενέσθαι οὐκ ἂν χωσθείη κόλπος καὶ πολλῷ μέζων ἔτι τούτου ὑπὸ τοσούτου τε ποταμοῦ καὶ οὕτω ἐργατικοῦ ;
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.