ἐγένετο γὰρ κατʼ ἀρχὰς λόγος , πρὶν ἢ καὶ ἐς Σικελίην πέμπειν ἐπὶ συμμαχίην , ὡς τὸ ναυτικὸν Ἀθηναίοισι χρεὸν εἴη ἐπιτρέπειν . ἀντιβάντων δὲ τῶν συμμάχων εἶκον οἱ Ἀθηναῖοι μέγα πεποιημένοι περιεῖναι τὴν Ἑλλάδα καὶ γνόντες , εἰ στασιάσουσι περὶ τῆς ἡγεμονίης , ὡς ἀπολέεται ἡ Ἑλλάς , ὀρθὰ νοεῦντες · στάσις γὰρ ἔμφυλος πολέμου ὁμοφρονέοντος τοσούτῳ κάκιον ἐστὶ ὅσῳ πόλεμος εἰρήνης .
ἐπιστάμενοι ὦν αὐτὸ τοῦτο οὐκ ἀντέτεινον ἀλλʼ εἶκον , μέχρι ὅσου κάρτα ἐδέοντο αὐτῶν , ὡς διέδεξαν · ὡς γὰρ δὴ ὠσάμενοι τὸν Πέρσην περὶ τῆς ἐκείνου ἤδη τὸν ἀγῶνα ἐποιεῦντο , πρόφασιν τὴν Παυσανίεω ὕβριν προϊσχόμενοι ἀπείλοντο τὴν ἡγεμονίην τοὺς Λακεδαιμονίους . ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.