πρὸς δὲ τοὺς κώνωπας ἀφθόνους ἐόντας τάδε σφι ἐστὶ μεμηχανημένα . τοὺς μὲν τὰ ἄνω τῶν ἑλέων οἰκέοντας οἱ πύργοι ὠφελέουσι , ἐς τοὺς ἀναβαίνοντες κοιμῶνται · οἱ γὰρ κώνωπες ὑπὸ τῶν ἀνέμων οὐκ οἷοί τε εἰσὶ ὑψοῦ πέτεσθαι .
τοῖσι δὲ περὶ τὰ ἕλεα οἰκέουσι τάδε ἀντὶ τῶν πύργων ἄλλα μεμηχάνηται · πᾶς ἀνὴρ αὐτῶν ἀμφίβληστρον ἔκτηται , τῷ τῆς μὲν ἡμέρης ἰχθῦς ἀγρεύει , τὴν δὲ νύκτα τάδε αὐτῷ χρᾶται · ἐν τῇ ἀναπαύεται κοίτῃ , περὶ ταύτην ἵστησι τὸ ἀμφίβληστρον καὶ ἔπειτα ἐνδὺς ὑπʼ αὐτὸ κατεύδει . οἱ
δὲ κώνωπες , ἢν μὲν ἐν ἱματίῳ ἐνειλιξάμενος εὕδῃ ἢ σινδόνι , διὰ τούτων δάκνουσι , διὰ δὲ τοῦ δικτύου οὐδὲ πειρῶνται ἀρχήν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.