ὦ βασιλεῦ , μὴ λεχθεισέων μὲν γνωμέων ἀντιέων ἀλλήλῃσι οὐκ ἔστι τὴν ἀμείνω αἱρεόμενον ἑλέσθαι , ἀλλὰ δεῖ τῇ εἰρημένῃ χρᾶσθαι , λεχθεισέων δὲ ἔστι , ὥσπερ τὸν χρυσὸν τὸν ἀκήρατον αὐτὸν μὲν ἐπʼ ἑωυτοῦ οὐ διαγινώσκομεν , ἐπεὰν δὲ παρατρίψωμεν ἄλλῳ χρυσῷ , διαγινώσκομεν τὸν ἀμείνω .
ἐγὼ δὲ καὶ πατρὶ τῷ σῷ , ἀδελφεῷ δὲ ἐμῷ Δαρείῳ ἠγόρευον μὴ στρατεύεσθαι ἐπὶ Σκύθας , ἄνδρας οὐδαμόθι γῆς ἄστυ νέμοντας . ὁ δὲ ἐλπίζων Σκύθας τοὺς νομάδας καταστρέψεσθαι ἐμοί τε οὐκ ἐπείθετο , στρατευσάμενός τε πολλοὺς καὶ ἀγαθοὺς τῆς στρατιῆς ἀποβαλὼν ἀπῆλθε .
σὺ δὲ ὦ βασιλεῦ μέλλεις ἐπʼ ἄνδρας στρατεύεσθαι πολλὸν ἀμείνονας ἢ Σκύθας , οἳ κατὰ θάλασσάν τε ἄριστοι καὶ κατὰ γῆν λέγονται εἶναι . τὸ δὲ αὐτοῖσι ἔνεστι δεινόν , ἐμὲ σοὶ δίκαιον ἐστὶ φράζειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.