τούτων δὲ ἔχονται τῶν Μαχλύων Αὐσέες · οὗτοι δὲ καὶ οἱ Μάχλυες πέριξ τὴν Τριτωνίδα λίμνην οἰκέουσι , τὸ μέσον δέ σφι οὐρίζει ὁ Τρίτων . καὶ οἱ μὲν Μάχλυες τὰ ὀπίσω κομῶσι τῆς κεφαλῆς , οἱ δὲ Αὐσέες τὰ ἔμπροσθε .
ὁρτῇ δὲ ἐνιαυσίῃ Ἀθηναίης αἱ παρθένοι αὐτῶν δίχα διαστᾶσαι μάχονται πρὸς ἀλλήλας λίθοισί τε καὶ ξύλοισι , τῷ αὐθιγενέι θεῷ λέγουσαι τὰ πάτρια ἀποτελέειν , τὴν Ἀθηναίην καλέομεν . τὰς δὲ ἀποθνησκούσας τῶν παρθένων ἐκ τῶν τρωμάτων ψευδοπαρθένους καλέουσι . πρὶν
δὲ ἀνεῖναι αὐτὰς μάχεσθαι , τάδε ποιεῦσι κοινῇ . παρθένον τὴν καλλιστεύουσαν ἑκάστοτε κοσμήσαντες κυνέῃ τε Κορινθίῃ καὶ πανοπλίῃ Ἑλληνικῇ καὶ ἐπʼ ἅρμα ἀναβιβάσαντες περιάγουσι τὴν λίμνην κύκλῳ . ὁτέοισι
δὲ τὸ πάλαι ἐκόσμεον τὰς παρθένους πρὶν ἤ σφι Ἕλληνας παροικισθῆναι , οὐκ ἔχω εἰπεῖν , δοκέω δʼ ὦν Αἰγυπτίοισι ὅπλοισι κοσμέεσθαι αὐτάς · ἀπὸ γὰρ Αἰγύπτου καὶ τὴν ἀσπίδα καὶ τὸ κράνος φημὶ ἀπῖχθαι ἐς τοὺς Ἕλληνας . τὴν
δὲ Ἀθηναίην φασὶ Ποσειδέωνος εἶναι θυγατέρα καὶ τῆς Τριτωνίδος λίμνης , καί μιν μεμφθεῖσάν τι τῷ πατρὶ δοῦναι ἑωυτὴν τῷ Διί , τὸν δὲ Δία ἑωυτοῦ μιν ποιήσασθαι θυγατέρα . ταῦτα μὲν λέγουσι , μῖξιν δὲ ἐπίκοινον τῶν γυναικῶν ποιέονται , οὔτε συνοικέοντες κτηνηδόν τε μισγόμενοι . ἐπεὰν
δὲ γυναικὶ τὸ παιδίον ἁδρὸν γένηται , συμφοιτῶσι ἐς τὠυτὸ οἱ ἄνδρες τρίτου μηνός , καὶ τῷ ἂν οἴκῃ τῶν ἀνδρῶν τὸ παιδίον , τούτου παῖς νομίζεται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.