λέγεται γὰρ Μίνων κατὰ ζήτησιν Δαιδάλου ἀπικόμενον ἐς Σικανίην τὴν νῦν Σικελίην καλευμένην ἀποθανεῖν βιαίῳ θανάτῳ . ἀνὰ δὲ χρόνον Κρῆτας , θεοῦ σφι ἐποτρύναντος , πάντας πλὴν Πολιχνιτέων τε καὶ Πραισίων ἀπικομένους στόλῳ μεγάλῳ ἐς Σικανίην πολιορκέειν ἐπʼ ἔτεα πέντε πόλιν Καμικόν , τὴν κατʼ ἐμὲ Ἀκραγαντῖνοι ἐνέμοντο ·
τέλος δὲ οὐ δυναμένους οὔτε ἑλεῖν οὔτε παραμένειν λιμῷ συνεστεῶτας , ἀπολιπόντας οἴχεσθαι . ὡς δὲ κατὰ Ἰηπυγίην γενέσθαι πλέοντας , ὑπολαβόντα σφέας χειμῶνα μέγαν ἐκβαλεῖν ἐς τὴν γῆν · συναραχθέντων δὲ τῶν πλοίων , οὐδεμίαν γάρ σφι ἔτι κομιδὴν ἐς Κρήτην φαίνεσθαι , ἐνθαῦτα Ὑρίην πόλιν κτίσαντας καταμεῖναί τε καὶ μεταβαλόντας ἀντὶ μὲν Κρητῶν γενέσθαι Ἰήπυγας Μεσσαπίους , ἀντὶ δὲ εἶναι νησιώτας ἠπειρώτας . ἀπὸ
δὲ Ὑρίης πόλιος τὰς ἄλλας οἰκίσαι , τὰς δὴ Ταραντῖνοι χρόνῳ ὕστερον πολλῷ ἐξανιστάντες προσέπταισαν μεγάλως , ὥστε φόνος Ἑλληνικὸς μέγιστος οὗτος δὴ ἐγένετο πάντων τῶν ἡμεῖς ἴδμεν , αὐτῶν τε Ταραντίνων καὶ Ῥηγίνων , οἳ ὑπὸ Μικύθου τοῦ Χοίρου ἀναγκαζόμενοι τῶν ἀστῶν καὶ ἀπικόμενοι τιμωροὶ Ταραντίνοισι ἀπέθανον τρισχίλιοι οὕτω · αὐτῶν δὲ Ταραντίνων οὐκ ἐπῆν ἀριθμός . ὁ
δὲ Μίκυθος οἰκέτης ἐὼν Ἀναξίλεω ἐπίτροπος Ῥηγίου καταλέλειπτο , οὗτος ὅς περ ἐκπεσὼν ἐκ Ῥηγίου καὶ Τεγέην τὴν Ἀρκάδων οἰκήσας ἀνέθηκε ἐν Ὀλυμπίῃ τοὺς πολλοὺς ἀνδριάντας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.