ἐνθαῦτα Δαρεῖος γράφει γράμματα Μεγαβάζῳ , τὸν ἔλιπε ἐν τῇ Θρηίκῃ στρατηγόν , ἐντελλόμενος ἐξαναστῆσαι ἐξ ἠθέων Παίονας καὶ παρʼ ἑωυτὸν ἀγαγεῖν καὶ αὐτοὺς καὶ τὰ τέκνα τε καὶ τὰς γυναῖκας αὐτῶν .
αὐτίκα δὲ ἱππεὺς ἔθεε φέρων τὴν ἀγγελίην ἐπὶ τὸν Ἑλλήσποντον , περαιωθεὶς δὲ διδοῖ τὸ βυβλίον τῷ Μεγαβάζῳ . ὁ δὲ ἐπιλεξάμενος καὶ λαβὼν ἡγεμόνας ἐκ τῆς Θρηίκης ἐστρατεύετο ἐπὶ τὴν Παιονίην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.