Ἀδείμαντον δὲ τὸν Κορίνθιον στρατηγὸν λέγουσι Ἀθηναῖοι αὐτίκα κατʼ ἀρχάς , ὡς συνέμισγον αἱ νέες , ἐκπλαγέντα τε καὶ ὑπερδείσαντα , τὰ ἱστία ἀειράμενον οἴχεσθαι φεύγοντα , ἰδόντας δὲ τοὺς Κορινθίους τὴν στρατηγίδα φεύγουσαν ὡσαύτως οἴχεσθαι .
ὡς δὲ ἄρα φεύγοντας γίνεσθαι τῆς Σαλαμινίης κατὰ ἱρὸν Ἀθηναίης Σκιράδος , περιπίπτειν σφι κέλητα θείῃ πομπῇ , τὸν οὔτε πέμψαντα φανῆναι οὐδένα , οὔτε τι τῶν ἀπὸ τῆς στρατιῆς εἰδόσι προσφέρεσθαι τοῖσι Κορινθίοισι . τῇδε δὲ συμβάλλονται εἶναι θεῖον τὸ πρῆγμα . ὡς γὰρ ἀγχοῦ γενέσθαι τῶν νεῶν , τοὺς ἀπὸ τοῦ κέλητος λέγειν τάδε . Ἀδείμαντε
, σὺ μὲν ἀποστρέψας τὰς νέας ἐς φυγὴν ὅρμησαι καταπροδοὺς τοὺς Ἕλληνας · οἳ δὲ καὶ δὴ νικῶσι ὅσον αὐτοὶ ἠρῶντο ἐπικρατήσαντες τῶν ἐχθρῶν . ταῦτα λεγόντων ἀπιστέειν γὰρ τὸν Ἀδείμαντον , αὖτις τάδε λέγειν , ὡς αὐτοὶ οἷοί τε εἶεν ἀγόμενοι ὅμηροι ἀποθνήσκειν , ἢν μὴ νικῶντες φαίνωνται οἱ Ἕλληνες . οὕτω
δὴ ἀποστρέψαντα τὴν νέα αὐτόν τε καὶ τοὺς ἄλλους ἐπʼ ἐξεργασμένοισι ἐλθεῖν ἐς τὸ στρατόπεδον . τούτους μὲν τοιαύτη φάτις ἔχει ὑπὸ Ἀθηναίων , οὐ μέντοι αὐτοί γε Κορίνθιοι ὁμολογέουσι , ἀλλʼ ἐν πρώτοισι σφέας αὐτοὺς τῆς ναυμαχίης νομίζουσι γενέσθαι · μαρτυρέει δέ σφι καὶ ἡ ἄλλη Ἑλλάς .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.