καὶ νῦν ἔστι μὲν ἐν τῇ Σκυθικῇ Κιμμέρια τείχεα , ἔστι δὲ πορθμήια Κιμμέρια , ἔστι δὲ καὶ χώρη οὔνομα Κιμμερίη , ἔστι δὲ Βόσπορος Κιμμέριος καλεόμενος · φαίνονται
δὲ οἱ Κιμμέριοι φεύγοντες ἐς τὴν Ἀσίην τοὺς Σκύθας καὶ τὴν χερσόνησον κτίσαντες , ἐν τῇ νῦν Σινώπη πόλις Ἑλλὰς οἴκισται . φανεροὶ δὲ εἰσὶ καὶ οἱ Σκύθαι διώξαντες αὐτοὺς καὶ ἐσβαλόντες ἐς γῆν τὴν Μηδικὴν , ἁμαρτόντες τῆς ὁδοῦ · οἱ
μὲν γὰρ Κιμμέριοι αἰεὶ τὴν παρὰ θάλασσαν ἔφευγον , οἱ δὲ Σκύθαι ἐν δεξιῇ τὸν Καύκασον ἔχοντες ἐδίωκον ἐς οὗ ἐσέβαλον ἐς γῆν τὴν Μηδικήν , ἐς μεσόγαιαν τῆς ὁδοῦ τραφθέντες . οὗτος δὲ ἄλλος ξυνὸς Ἑλλήνων τε καὶ βαρβάρων λεγόμενος λόγος εἴρηται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.