οἳ μὲν δὴ σὺν Παυσανίῃ ἐξεληλύθεσαν ἔξω Σπάρτης · οἱ δὲ ἄγγελοι , ὡς ἡμέρη ἐγεγόνεε , οὐδὲν εἰδότες περὶ τῆς ἐξόδου ἐπῆλθον ἐπὶ τοὺς ἐφόρους , ἐν νόῳ δὴ ἔχοντες ἀπαλλάσσεσθαι καὶ αὐτοὶ ἐπὶ τὴν ἑωυτοῦ ἕκαστος · ἐπελθόντες δὲ ἔλεγον τάδε . ὑμεῖς μὲν , ὦ Λακεδαιμόνιοι αὐτοῦ τῇδε μένοντες Ὑακίνθιά τε ἄγετε καὶ παίζετε , καταπροδόντες τοὺς συμμάχους · Ἀθηναῖοι δὲ ὡς ἀδικεόμενοι ὑπὸ ὑμέων χήτεΐ τε συμμάχων καταλύσονται τῷ Πέρσῃ οὕτω ὅκως ἄν δύνωνται ·
καταλυσάμενοι δέ , δῆλα γὰρ ὅτι σύμμαχοι βασιλέος γινόμεθα , συστρατευσόμεθα ἐπʼ ἣν ἂν ἐκεῖνοι ἐξηγέωνται . ὑμεῖς δὲ τὸ ἐνθεῦτεν μαθήσεσθε ὁκοῖον ἄν τι ὑμῖν ἐξ αὐτοῦ ἐκβαίνῃ . ταῦτα λεγόντων τῶν ἀγγέλων , οἱ ἔφοροι εἶπαν ἐπʼ ὅρκου καὶ δὴ δοκέειν εἶναι ἐν Ὀρεσθείῳ στείχοντας ἐπὶ τοὺς ξείνους . ξείνους γὰρ ἐκάλεον τοὺς βαρβάρους .
οἳ δὲ ὡς οὐκ εἰδότες ἐπειρώτων τὸ λεγόμενον , ἐπειρόμενοι δὲ ἐξέμαθον πᾶν τὸ ἐόν , ὥστε ἐν θώματι γενόμενοι ἐπορεύοντο τὴν ταχίστην διώκοντες · σὺν δέ σφι τῶν περιοίκων Λακεδαιμονίων λογάδες πεντακισχίλιοι ὁπλῖται τὠυτὸ τοῦτο ἐποίεον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.