ὡς δὲ ἐς ἐκεῖνον περιῆλθε , ἐνθαῦτα δὴ ἐτάσσοντο ὧδε οἱ Ἀθηναῖοι ὡς συμβαλέοντες · τοῦ μὲν δεξιοῦ κέρεος ἡγέετο ὁ πολέμαρχος Καλλίμαχος · ὁ γὰρ νόμος τότε εἶχε οὕτω τοῖσι Ἀθηναίοισι , τὸν πολέμαρχον ἔχειν κέρας τὸ δεξιόν · ἡγεομένου δὲ τούτου ἐξεδέκοντο ὡς ἀριθμέοντο αἱ φυλαὶ ἐχόμεναι ἀλληλέων , τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ εὐώνυμον κέρας Πλαταιέες .
ἀπὸ ταύτης γάρ γάρσφι τῆς μάχης , Ἀθηναίων θυσίας ἀναγόντων ἐς τὰς πανηγύριας τὰς ἐν τῇσι πεντετηρίσι γινομένας , κατεύχεται ὁ κῆρυξ ὁ Ἀθηναῖος ἅμα τε Ἀθηναίοισι λέγων γίνεσθαι τὰ ἀγαθὰ καὶ Πλαταιεῦσι . τότε
δὲ τασσομένων τῶν Ἀθηναίων ἐν τῷ Μαραθῶνι ἐγίνετο τοιόνδε τι · τὸ στρατόπεδον ἐξισούμενον τῷ Μηδικῷ στρατοπέδῳ , τὸ μὲν αὐτοῦ μέσον ἐγίνετο ἐπὶ τάξιας ὀλίγας , καὶ ταύτῃ ἦν ἀσθενέστατον τὸ στρατόπεδον , τὸ δὲ κέρας ἑκάτερον ἔρρωτο πλήθεϊ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.