καὶ οὗτοι μὲν τούτῳ τῷ μόρῳ διεφθάρησαν , καὶ αὐτοὶ καὶ ἡ θεραπηίη αὐτῶν · εἵπετο γὰρ δή σφι καὶ ὀχήματα καὶ θεράποντες καὶ ἡ πᾶσα πολλὴ παρασκευή · πάντα δὴ ταῦτα ἅμα πᾶσι ἐκείνοισι ἠφάνιστο .
μετὰ δὲ χρόνῳ οὐ πολλῷ ὕστερον ζήτησις τῶν ἀνδρῶν τούτων μεγάλη ἐκ τῶν Περσέων ἐγίνετο , καί σφεας Ἀλέξανδρος κατέλαβε σοφίῃ , χρήματά τε δοὺς πολλὰ καὶ τὴν ἑωυτοῦ ἀδελφεὴν τῇ οὔνομα ἦν Γυγαίη · δοὺς δὲ ταῦτα κατέλαβε ὁ Ἀλέξανδρος Βουβάρῃ ἀνδρὶ Πέρσῃ , τῶν διζημένων τοὺς ἀπολομένους τῷ στρατηγῷ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.