κατὰ ταύτην δὴ τὴν ἀτραπὸν καὶ οὕτω ἔχουσαν οἱ Πέρσαι , τὸν Ἀσωπὸν διαβάντες , ἐπορεύοντο πᾶσαν τὴν νύκτα , ἐν δεξιῇ μὲν ἔχοντες ὄρεα τὰ Οἰταίων , ἐν ἀριστερῇ δὲ τὰ Τρηχινίων . ἠώς τε δὴ διέφαινε καὶ οἳ ἐγένοντο ἐπʼ ἀκρωτηρίῳ τοῦ ὄρεος .
κατὰ δὲ τοῦτο τοῦ ὄρεος ἐφύλασσον , ὡς καὶ πρότερόν μοι εἴρηται , Φωκέων χίλιοι ὁπλῖται , ῥυόμενοί τε τὴν σφετέρην χώρην καὶ φρουρέοντες τὴν ἀτραπόν . ἡ μὲν γὰρ κάτω ἐσβολὴ ἐφυλάσσετο ὑπὸ τῶν εἴρηται · τὴν δὲ διὰ τοῦ ὄρεος ἀτραπὸν ἐθελονταὶ Φωκέες ὑποδεξάμενοι Λεωνίδῃ ἐφύλασσον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.