καὶ οὗτοι μὲν τρόποισι τοιούτοισι χρέωνται , οἱ δὲ Λύκιοι ἐκ Κρήτης τὠρχαῖον γεγόνασι (τὴν γὰρ Κρήτην εἶχον τὸ παλαιὸν πᾶσαν βάρβαροι) ·
διενειχθέντων δὲ ἐν Κρήτῃ περὶ τῆς βασιληίης τῶν Εὐρώπης παίδων Σαρπηδόνος τε καὶ Μίνω , ὡς ἐπεκράτησε τῇ στάσι Μίνως , ἐξήλασε αὐτόν τε Σαρπηδόνα καὶ τοὺς στασιώτας αὐτοῦ , οἳ δὲ ἀπωσθέντες ἀπίκοντο τῆς Ἀσίης ἐς γῆν τὴν Μιλυάδα · τὴν γὰρ νῦν Λύκιοι νέμονται , αὕτη τὸ παλαιὸν ἦν Μιλυάς , οἱ δὲ Μιλύαι τότε Σόλυμοι ἐκαλέοντο . ἕως
μὲν δὴ αὐτῶν Σαρπηδὼν ἦρχε , οἳ δὲ ἐκαλέοντο τό πέρ τε ἠνείκαντο οὔνομα καὶ νυν ἔτι καλέονται ὑπὸ τῶν περιοίκων οἱ Λύκιοι Τερμίλαι · ὡς δὲ ἐξ Ἀθηνέων Λύκος ὁ Πανδίονος , ἐξελασθεὶς καὶ οὗτος ὑπὸ τοῦ ἀδελφεοῦ Αἰγέος , ἀπίκετο ἐς τοὺς Τερμίλας παρὰ Σαρπηδόνα , οὕτω δὴ κατὰ τοῦ Λύκου τὴν ἐπωνυμίην Λύκιοι ἀνὰ χρόνον ἐκλήθησαν . νόμοισι
δὲ τὰ μὲν Κρητικοῖσι τὰ δὲ Καρικοῖσι χρέωνται . ἓν δὲ τόδε ἴδιον νενομίκασι καὶ οὐδαμοῖσι ἄλλοισι συμφέρονται ἀνθρώπων · καλέουσι ἀπὸ τῶν μητέρων ἑωυτοὺς καὶ οὐκὶ ἀπὸ τῶν πατέρων · εἰρομένου
δὲ ἑτέρου τὸν πλησίον τίς εἴη , καταλέξει ἑωυτὸν μητρόθεν καὶ τῆς μητρὸς ἀνανεμέεται τὰς μητέρας . καὶ ἢν μέν γε γυνὴ ἀστὴ δούλῳ συνοικήσῃ , γενναῖα τὰ τέκνα νενόμισται · ἢν δὲ ἀνὴρ ἀστὸς καὶ ὁ πρῶτος αὐτῶν γυναῖκα ξείνην ἢ παλλακὴν ἔχῃ , ἄτιμα τὰ τέκνα γίνεται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.