τῶν δὲ κροκοδείλων φύσις ἐστὶ τοιήδε . τοὺς χειμεριωτάτους μῆνας τέσσερας ἐσθίει οὐδέν , ἐὸν δὲ τετράπουν χερσαῖον καὶ λιμναῖον ἐστί . τίκτει μὲν γὰρ ᾠὰ ἐν γῇ καὶ ἐκλέπει , καὶ τὸ πολλὸν τῆς ἡμέρης διατρίβει ἐν τῷ ξηρῷ , τὴν δὲ νύκτα πᾶσαν ἐν τῷ ποταμῷ · θερμότερον γὰρ δή ἐστι τὸ ὕδωρ τῆς τε αἰθρίης καὶ τῆς δρόσου .
πάντων δὲ τῶν ἡμεῖς ἴδμεν θνητῶν τοῦτο ἐξ ἐλαχίστου μέγιστον γίνεται · τὰ μὲν γὰρ ᾠὰ χηνέων οὐ πολλῷ μέζονα τίκτει , καὶ ὁ νεοσσὸς κατὰ λόγον τοῦ ᾠοῦ γίνεται , αὐξανόμενος δὲ γίνεται καὶ ἐς ἑπτακαίδεκα πήχεας καὶ μέζων ἔτι . ἔχει
δὲ ὀφθαλμοὺς μὲν ὑός , ὀδόντας δὲ μεγάλους καὶ χαυλιόδοντας κατὰ λόγον τοῦ σώματος . γλῶσσαν δὲ μοῦνον θηρίων οὐκ ἔφυσε , οὐδὲ κινέει τὴν κάτω γνάθον , ἀλλὰ καὶ τοῦτο μοῦνον θηρίων τὴν ἄνω γνάθον προσάγει τῇ κάτω . ἔχει
δὲ καὶ ὄνυχας καρτεροὺς καὶ δέρμα λεπιδωτὸν ἄρρηκτον ἐπὶ τοῦ νώτου . τυφλὸν δὲ ἐν ὕδατι , ἐν δὲ τῇ αἰθρίῃ ὀξυδερκέστατον . ἅτε δὴ ὦν ἐν ὕδατι δίαιταν ποιεύμενον , τὸ στόμα ἔνδοθεν φορέει πᾶν μεστὸν βδελλέων . τὰ μὲν δὴ ἄλλα ὄρνεα καὶ θηρία φεύγει μιν , ὁ δὲ τροχίλος εἰρηναῖόν οἱ ἐστὶ ἅτε ὠφελεομένῳ πρὸς αὐτοῦ · ἐπεὰν
γὰρ ἐς τὴν γῆν ἐκβῇ ἐκ τοῦ ὕδατος ὁ κροκόδειλος καὶ ἔπειτα χάνῃ (ἔωθε γὰρ τοῦτο ὡς ἐπίπαν ποιέειν πρὸς τὸν ζέφυρον) , ἐνθαῦτα ὁ τροχίλος ἐσδύνων ἐς τὸ στόμα αὐτοῦ καταπίνει τὰς βδέλλας · ὁ δὲ ὠφελεύμενος ἥδεται καὶ οὐδὲν σίνεται τὸν τροχίλον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.