ὡς δὲ ἀπίκοντο ἐς τὴν Σπάρτην τῶν Ἰώνων καὶ Αἰολέων οἱ ἄγγελοι (κατὰ γὰρ δὴ τάχος ἦν ταῦτα πρησσόμενα) , εἵλοντο πρὸ πάντων λέγειν τὸν Φωκαέα , τῷ οὔνομα ἦν Πύθερμος . ὁ δὲ πορφύρεόν τε εἷμα περιβαλόμενος , ὡς ἂν πυνθανόμενοι πλεῖστοι συνέλθοιεν Σπαρτιητέων , καὶ καταστὰς ἔλεγε πολλὰ τιμωρέειν ἑωυτοῖσι χρηίζων .
Λακεδαιμόνιοι δὲ οὔ κως ἐσήκουον , ἀλλʼ ἀπέδοξέ σφι μὴ τιμωρέειν Ἴωσι . οἳ μὲν δὴ ἀπαλλάσσοντο , Λακεδαιμόνιοι δὲ ἀπωσάμενοι τῶν Ἰώνων τοὺς ἀγγέλους ὅμως ἀπέστειλαν πεντηκοντέρῳ ἄνδρας , ὡς μὲν ἐμοὶ δοκέει , κατασκόπους τῶν τε Κύρου πρηγμάτων καὶ Ἰωνίης . ἀπικόμενοι
δὲ οὗτοι ἐς Φώκαιαν ἔπεμπον ἐς Σάρδις σφέων αὐτῶν τὸν δοκιμώτατον , τῷ οὔνομα ἦν Λακρίνης , ἀπερέοντα Κύρῳ Λακεδαιμονίων ῥῆσιν , γῆς τῆς Ἑλλάδος μηδεμίαν πόλιν σιναμωρέειν , ὡς αὐτῶν οὐ περιοψομένων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.