οἱ δὲ ἐλάσσονες λέγουσι πέμψαι Ὀροίτεα ἐς Σάμον κήρυκα ὅτευ δὴ χρήματος δεησόμενον ( οὐ γὰρ ὦν δὴ τοῦτό γε λέγεται) , καὶ τὸν Πολυκράτεα τυχεῖν κατακείμενον ἐν ἀνδρεῶνι , παρεῖναι δέ οἱ καὶ Ἀνακρέοντα τὸν Τήιον ·
καί κως εἴτʼ ἐκ προνοίης αὐτὸν κατηλογέοντα τὰ Ὀροίτεω πρήγματα , εἴτε καὶ συντυχίη τις τοιαύτη ἐπεγένετο · τόν τε γὰρ κήρυκα τὸν Ὀροίτεω παρελθόντα διαλέγεσθαι , καὶ τὸν Πολυκράτεα (τυχεῖν γὰρ ἀπεστραμμένον πρὸς τὸν τοῖχον ) οὔτε τι μεταστραφῆναι οὔτε ὑποκρίνασθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.