λέγει Γοβρύης μετὰ ταῦτα ἄνδρες φίλοι , ἡμῖν κότε κάλλιον παρέξει ἀνασώσασθαι τὴν ἀρχήν , ἢ εἴ γε μὴ οἷοί τε ἐσόμεθα αὐτὴν ἀναλαβεῖν , ἀποθανεῖν ; ὅτε γε ἀρχόμεθα μὲν ἐόντες Πέρσαι ὑπὸ Μήδου ἀνδρὸς Μάγου , καὶ τούτου ὦτα οὐκ ἔχοντος .
ὅσοι τε ὑμέων Καμβύσῃ νοσέοντι παρεγένοντο , πάντως κου μέμνησθε τὰ ἐπέσκηψε Πέρσῃσι τελευτῶν τὸν βίον μὴ πειρωμένοισι ἀνακτᾶσθαι τὴν ἀρχήν · τὰ τότε οὐκ ἐνεδεκόμεθα , ἀλλʼ ἐπὶ διαβολῇ ἐδοκέομεν εἰπεῖν Καμβύσεα .
νῦν ὦν τίθεμαι ψῆφον πείθεσθαι Δαρείῳ καὶ μὴ διαλύεσθαι ἐκ τοῦ συλλόγου τοῦδε ἀλλʼ ἢ ἐπὶ τὸν Μάγον ἰθέως . ταῦτα εἶπε Γοβρύης , καὶ πάντες ταύτῃ αἴνεον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.