σχεδὸν δὲ καὶ πάντων τὰ οὐνόματα τῶν θεῶν ἐξ Αἰγύπτου ἐλήλυθε ἐς τὴν Ἑλλάδα . διότι μὲν γὰρ ἐκ τῶν βαρβάρων ἥκει , πυνθανόμενος οὕτω εὑρίσκω ἐόν · δοκέω δʼ ὦν μάλιστα ἀπʼ Αἰγύπτου ἀπῖχθαι .
ὅτι γὰρ δὴ μὴ Ποσειδέωνος καὶ Διοσκούρων , ὡς καὶ πρότερόν μοι ταῦτα εἴρηται , καὶ Ἥρης καὶ Ἱστίης καὶ Θέμιος καὶ Χαρίτων καὶ Νηρηίδων , τῶν ἄλλων θεῶν Αἰγυπτίοισι αἰεί κοτε τὰ οὐνόματα ἐστὶ ἐν τῇ χώρῃ . λέγω δὲ τὰ λέγουσι αὐτοὶ Αἰγύπτιοι . τῶν δὲ οὔ φασι θεῶν γινώσκειν τὰ οὐνόματα , οὗτοι δέ μοι δοκέουσι ὑπὸ Πελασγῶν ὀνομασθῆναι , πλὴν Ποσειδέωνος · τοῦτον δὲ τὸν θεὸν παρὰ Λιβύων ἐπύθοντο · οὐδαμοὶ
γὰρ ἀπʼ ἀρχῆς Ποσειδέωνος οὔνομα ἔκτηνται εἰ μὴ Λίβυες καὶ τιμῶσι τὸν θεὸν τοῦτον αἰεί . νομίζουσι δʼ ὦν Αἰγύπτιοι οὐδʼ ἥρωσι οὐδέν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.