λέγεται δὲ ὁ Ἄμασις , καὶ ὅτε ἦν ἰδιώτης , ὡς φιλοπότης ἦν καὶ φιλοσκώμμων καὶ οὐδαμῶς κατεσπουδασμένος ἀνήρ · ὅκως δέ μιν ἐπιλείποι πίνοντά τε καὶ εὐπαθέοντα τὰ ἐπιτήδεα , κλέπτεσκε ἂν περιιών · οἳ δʼ ἄν μιν φάμενοι ἔχειν τὰ σφέτερα χρήματα ἀρνεύμενον ἄγεσκον ἐπὶ μαντήιον , ὅκου ἑκάστοισι εἴη . πολλὰ μὲν δὴ καὶ ἡλίσκετο ὑπὸ τῶν μαντηίων , πολλὰ δὲ καὶ ἀπέφευγε .
ἐπείτε δὲ καὶ ἐβασίλευσε , ἐποίησε τοιάδε · ὅσοι μὲν αὐτὸν τῶν θεῶν ἀπέλυσαν μὴ φῶρα εἶναι , τούτων μὲν τῶν ἱρῶν οὔτε ἐπεμέλετο οὔτε ἐς ἐπισκευὴν ἐδίδου οὐδέν , οὐδὲ φοιτέων ἔθυε ὡς οὐδενὸς ἐοῦσι ἀξίοισι ψευδέα τε μαντήια ἐκτημένοισι · ὅσοι δέ μιν κατέδησαν φῶρα εἶναι , τούτων δὲ ὡς ἀληθέων θεῶν ἐόντων καὶ ἀψευδέα μαντήια παρεχομένων τὰ μάλιστα ἐπεμέλετο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.