θεησάμενοι δὲ τὰ πάντα οἱ κατάσκοποι ἀπαλλάσσοντο ὀπίσω . ἀπαγγειλάντων δὲ ταῦτα τούτων , αὐτίκα ὁ Καμβύσης ὀργὴν ποιησάμενος ἐστρατεύετο ἐπὶ τοὺς Αἰθίοπας , οὔτε παρασκευὴν σίτου οὐδεμίαν παραγγείλας , οὔτε λόγον ἑωυτῷ δοὺς ὅτι ἐς τὰ ἔσχατα γῆς ἔμελλε στρατεύεσθαι ·
οἷα δὲ ἐμμανής τε ἐὼν καὶ οὐ φρενήρης , ὡς ἤκουε τῶν Ἰχθυοφάγων , ἐστρατεύετο , Ἑλλήνων μὲν τοὺς παρεόντας αὐτοῦ τάξας ὑπομένειν , τὸν δὲ πεζὸν πάντα ἅμα ἀγόμενος . ἐπείτε
δὲ στρατευόμενος ἐγένετο ἐν Θήβῃσι , ἀπέκρινε τοῦ στρατοῦ ὡς πέντε μυριάδας , καὶ τούτοισι μὲν ἐνετέλλετο Ἀμμωνίους ἐξανδραποδισαμένους τὸ χρηστήριον τὸ τοῦ Διὸς ἐμπρῆσαι , αὐτὸς δὲ τὸν λοιπὸν ἄγων στρατὸν ἤιε ἐπὶ τοὺς Αἰθίοπας . πρὶν
δὲ τῆς ὁδοῦ τὸ πέμπτον μέρος διεληλυθέναι τὴν στρατιήν , αὐτίκα πάντα αὐτοὺς τὰ εἶχον σιτίων ἐχόμενα ἐπελελοίπεε , μετὰ δὲ τὰ σιτία καὶ τὰ ὑποζύγια ἐπέλιπε κατεσθιόμενα . εἰ
μέν νυν μαθὼν ταῦτα ὁ Καμβύσης ἐγνωσιμάχεε καὶ ἀπῆγε ὀπίσω τὸν στρατόν , ἐπὶ τῇ ἀρχῆθεν γενομένῃ ἁμαρτάδι ἦν ἂν ἀνὴρ σοφός · νῦν δὲ οὐδένα λόγον ποιεύμενος ἤιε αἰεὶ ἐς τὸ πρόσω . οἱ δὲ
στρατιῶται ἕως μέν τι εἶχον ἐκ τῆς γῆς λαμβάνειν , ποιηφαγέοντες διέζωον , ἐπεὶ δὲ ἐς τὴν ψάμμον ἀπίκοντο , δεινὸν ἔργον αὐτῶν τινες ἐργάσαντο · ἐκ δεκάδος γὰρ ἕνα σφέων αὐτῶν ἀποκληρώσαντες κατέφαγον . πυθόμενος
δὲ ταῦτα ὁ Καμβύσης , δείσας τὴν ἀλληλοφαγίην , ἀπεὶς τὸν ἐπʼ Αἰθίοπας στόλον ὀπίσω ἐπορεύετο καὶ ἀπικνέεται ἐς Θήβας πολλοὺς ἀπολέσας τοῦ στρατοῦ · ἐκ Θηβέων δὲ καταβὰς ἐς Μέμφιν τοὺς Ἕλληνας ἀπῆκε ἀποπλέειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.