περὶ Σάρδις μὲν δὴ ἐγίνετο ταραχή . Ἱστιαῖον δὲ ταύτης ἀποσφαλέντα τῆς ἐλπίδος Χῖοι κατῆγον ἐς Μίλητον , αὐτοῦ Ἱστιαίου δεηθέντος . οἱ δὲ Μιλήσιοι , ἄσμενοι ἀπαλλαχθέντες καὶ Ἀρισταγόρεω , οὐδαμῶς πρόθυμοι ἦσαν ἄλλον τύραννον δέκεσθαι ἐς τὴν χώρην , οἷα ἐλευθερίης γευσάμενοι .
καὶ δὴ νυκτὸς γὰρ ἐούσης βίῃ ἐπειρᾶτο κατιὼν ὁ Ἱστιαῖος ἐς τὴν Μίλητον , τιτρώσκεται τὸν μηρὸν ὑπό τευ τῶν Μιλησίων . ὃ μὲν δὴ ὡς ἀπωστὸς τῆς ἑωυτοῦ γίνεται , ἀπικνέεται ὀπίσω ἐς τὴν Χίον · ἐνθεῦτεν δέ , οὐ γὰρ ἔπειθε τοὺς Χίους ὥστε ἑωυτῷ δοῦναι νέας , διέβη ἐς Μυτιλήνην καὶ ἔπεισε Λεσβίους δοῦναί οἱ νέας . οἳ
δὲ πληρώσαντες ὀκτὼ τριήρεας ἔπλεον ἅμα Ἱστιαίῳ ἐς Βυζάντιον , ἐνθαῦτα δὲ ἱζόμενοι τὰς ἐκ τοῦ Πόντου ἐκπλεούσας τῶν νεῶν ἐλάμβανον , πλὴν ἢ ὅσοι αὐτῶν Ἱστιαίῳ ἔφασαν ἕτοιμοι εἶναι πείθεσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.