Ἵππαρχοι δὲ ἦσαν Ἁρμαμίθρης τε καὶ Τίθαιος Δάτιος παῖδες . ὁ δὲ τρίτος σφι συνίππαρχος Φαρνούχης κατελέλειπτο ἐν Σάρδισι νοσέων . ὡς γὰρ ὁρμῶντο ἐκ Σαρδίων , ἐπὶ συμφορὴν περιέπεσε ἀνεθέλητον · ἐλαύνοντι γάρ οἱ ὑπὸ τοὺς πόδας τοῦ ἵππου ὑπέδραμε κύων , καὶ ὁ ἵππος οὐ προϊδὼν ἐφοβήθη τε καὶ στὰς ὀρθὸς ἀπεσείσατο τὸν Φαρνούχεα , πεσὼν δὲ αἷμά τε ἤμεε καὶ ἐς φθίσιν περιῆλθε ἡ νοῦσος .
τὸν δὲ ἵππον αὐτίκα κατʼ ἀρχὰς ἐποίησαν ὡς ἐκέλευε · ἀπαγαγόντες οἱ οἰκέται ἐς τὸν χῶρον ἐν τῷ περ κατέβαλε τὸν δεσπότην , ἐν τοῖσι γούνασι ἀπέταμον τὰ σκέλεα . Φαρνούχης μὲν οὕτω παρελύθη τῆς ἡγεμονίης .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.