ἔστι δὲ πεδίον ἐν τῇ Ἀσίῃ περικεκληιμένον ὄρεϊ πάντοθεν , διασφάγες δὲ τοῦ ὄρεος εἰσὶ πέντε . τοῦτο τὸ πεδίον ἦν μὲν κοτὲ Χορασμίων , ἐν οὔροισι ἐὸν Χορασμίων τε αὐτῶν καὶ Ὑρκανίων καὶ Πάρθων καὶ Σαραγγέων καὶ Θαμαναίων , ἐπείτε δὲ Πέρσαι ἔχουσι τὸ κράτος , ἐστὶ τοῦ βασιλέος .
ἐκ δὴ ὦν τοῦ περικληίοντος ὄρεος τούτου ῥέει ποταμὸς μέγας , οὔνομα δέ οἱ ἐστὶ Ἄκης . οὗτος πρότερον μὲν ἄρδεσκε διαλελαμμένος πενταχοῦ τούτων τῶν εἰρημένων τὰς χώρας , διὰ διασφάγος ἀγόμενος ἑκάστης ἑκάστοισι · ἐπείτε δὲ ὑπὸ τῷ Πέρσῃ εἰσί , πεπόνθασι τοιόνδε · τὰς
διασφάγας τῶν ὀρέων ἐνδείμας ὁ βασιλεὺς πύλας ἐπʼ ἑκάστῃ διασφάγι ἔστησε · ἀποκεκληιμένου δὲ τοῦ ὕδατος τῆς ἐξόδου τὸ πεδίον τὸ ἐντὸς τῶν ὀρέων πέλαγος γίνεται , ἐνδιδόντος μὲν τοῦ ποταμοῦ , ἔχοντος δὲ οὐδαμῇ ἐξήλυσιν . οὗτοι
ὦν οἵ περ ἔμπροσθε ἐώθεσαν χρᾶσθαι τῷ ὕδατι , οὐκ ἔχοντες αὐτῷ χρᾶσθαι συμφορῇ μεγάλῃ διαχρέωνται . τὸν μὲν γὰρ χειμῶνα ὕει σφι ὁ θεὸς ὥσπερ καὶ τοῖσι ἄλλοισι ἀνθρώποισι , τοῦ δὲ θέρεος σπείροντες μελίνην καὶ σήσαμον χρηίσκονται τῷ ὕδατι . ἐπεὰν
ὦν μηδέν σφι παραδιδῶται τοῦ ὕδατος , ἐλθόντες ἐς τοὺς Πέρσας αὐτοί τε καὶ γυναῖκες , στάντες κατὰ τὰς θύρας τοῦ βασιλέος βοῶσι ὠρυόμενοι , ὁ δὲ βασιλεὺς τοῖσι δεομένοισι αὐτῶν μάλιστα ἐντέλλεται ἀνοίγειν τὰς πύλας τὰς ἐς τοῦτο φερούσας . ἐπεὰν
δὲ διάκορος ἡ γῆ σφεων γένηται πίνουσα τὸ ὕδωρ , αὗται μὲν αἱ πύλαι ἀποκληίονται , ἄλλας δʼ ἐντέλλεται ἀνοίγειν ἄλλοισι τοῖσι δεομένοισι μάλιστα τῶν λοιπῶν . ὡς δʼ ἐγὼ οἶδα ἀκούσας , χρήματα μεγάλα πρησσόμενος ἀνοίγει πάρεξ τοῦ φόρου .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.