ταῦτα ἀκούσας οὔτε ἠνέσχετο ὁ Σύαγρος εἶπέ τε τάδε . ἦ κε μέγʼ οἰμώξειε ὁ Πελοπίδης Ἀγαμέμνων πυθόμενος Σπαρτιήτας τὴν ἡγεμονίην ἀπαραιρῆσθαι ὑπὸ Γέλωνός τε καὶ Συρηκοσίων . ἀλλὰ τούτου μὲν τοῦ λόγου μηκέτι μνησθῇς , ὅκως τὴν ἡγεμονίην τοι παραδώσομεν , ἀλλʼ εἰ μὲν βούλεαι βοηθέειν τῇ Ἑλλάδι , ἴσθι ἀρξόμενος ὑπὸ Λακεδαιμονίων · εἰ δʼ ἄρα μὴ δικαιοῖς ἄρχεσθαι , σὺ δὲ μηδὲ βοήθεε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.