Κροῖσος δὲ ἁμαρτὼν τοῦ χρησμοῦ ἐποιέετο στρατηίην ἐς Καππαδοκίην , ἐλπίσας καταιρήσειν Κῦρόν τε καὶ τὴν Περσέων δύναμιν .
παρασκευαζομένου δὲ Κροίσου στρατεύεσθαι ἐπὶ Πέρσας , τῶν τις Λυδῶν νομιζόμενος καὶ πρόσθε εἶναι σοφός , ἀπὸ δὲ ταύτης τῆς γνώμης καὶ τὸ κάρτα οὔνομα ἐν Λυδοῖσι ἔχων , συνεβούλευσε Κροίσῳ τάδε · οὔνομά οἱ ἦν Σάνδανις . ὦ βασιλεῦ , ἐπʼ ἄνδρας τοιούτους στρατεύεσθαι παρασκευάζεαι , οἳ σκυτίνας μὲν ἀναξυρίδας σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι , σιτέονται δὲ οὐκ ὅσα ἐθέλουσι ἀλλʼ ὅσα ἔχουσι , χώρην ἔχοντες τρηχέαν .
δὲ οὐκ οἴνῳ διαχρέωνται ἀλλὰ ὑδροποτέουσι , οὐ σῦκα δὲ ἔχουσι τρώγειν , οὐκ ἄλλο ἀγαθὸν οὐδέν . τοῦτο μὲν δή , εἰ νικήσεις , τί σφέας ἀπαιρήσεαι , τοῖσί γε μὴ ἔστι μηδέν ; τοῦτο δέ , ἢν νικηθῇς , μάθε ὅσα ἀγαθὰ ἀποβαλέεις · γευσάμενοι γὰρ τῶν ἡμετέρων ἀγαθῶν περιέξονται οὐδὲ ἀπωστοὶ ἔσονται .
μέν νυν θεοῖσι ἔχω χάριν , οἳ οὐκ ἐπὶ νόον ποιέουσι Πέρσῃσι στρατεύεσθαι ἐπὶ Λυδούς . ταῦτα λέγων οὐκ ἔπειθε τὸν Κροῖσον . Πέρσῃσι γάρ , πρὶν Λυδοὺς καταστρέψασθαι , ἦν οὔτε ἁβρὸν οὔτε ἀγαθὸν οὐδέν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.