ἀπορέοντος δὲ βασιλέος ὅ τι χρήσηται τῷ παρεόντι πρήγματι , Ἐπιάλτης ὁ Εὐρυδήμου ἀνὴρ Μηλιεὺς ἦλθέ οἱ ἐς λόγους · ὃς μέγα τι παρὰ βασιλέος δοκέων οἴσεσθαι ἔφρασέ τε τὴν ἀτραπὸν τὴν διὰ τοῦ ὄρεος φέρουσαν ἐς Θερμοπύλας , καὶ διέφθειρε τοὺς ταύτῃ ὑπομείναντας Ἑλλήνων .
ὕστερον δὲ δείσας Λακεδαιμονίους ἔφυγε ἐς Θεσσαλίην , καί οἱ φυγόντι ὑπὸ τῶν Πυλαγόρων τῶν Ἀμφικτυόνων ἐς τὴν Πυλαίην συλλεγομένων ἀργύριον ἐπεκηρύχθη . χρόνῳ δὲ ὕστερον , κατῆλθε γὰρ ἐς Ἀντικύρην , ἀπέθανε ὑπὸ Ἀθηνάδεω ἀνδρὸς Τρηχινίου . ὁ
δὲ Ἀθηνάδης οὗτος ἀπέκτεινε μὲν Ἐπιάλτεα διʼ ἄλλην αἰτίην , τὴν ἐγὼ ἐν τοῖσι ὄπισθε λόγοισι σημανέω , ἐτιμήθη μέντοι ὑπὸ Λακεδαιμονίων οὐδὲν ἧσσον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.