τὰ μὲν δὴ πλοῖα αὐτοῖσι ἐστὶ τοιαῦτα · ἐσθῆτι δὲ τοιῇδε χρέωνται , κιθῶνι ποδηνεκέι λινέῳ , καὶ ἐπὶ τοῦτον ἄλλον εἰρίνεον κιθῶνα ἐπενδύνει καὶ χλανίδιον λευκὸν περιβαλλόμενος , ὑποδήματα ἔχων ἐπιχώρια , παραπλήσια τῇσι Βοιωτίῃσι ἐμβάσι . κομῶντες δὲ τὰς κεφαλὰς μίτρῃσι ἀναδέονται , μεμυρισμένοι πᾶν τὸ σῶμα .
σφρηγῖδα δὲ ἕκαστος ἔχει καὶ σκῆπτρον χειροποίητον · ἐπʼ ἑκάστῳ δὲ σκήπτρῳ ἔπεστι πεποιημένον ἢ μῆλον ἢ ῥόδον ἢ κρίνον ἢ αἰετὸς ἢ ἄλλο τι · ἄνευ γὰρ ἐπισήμου οὔ σφι νόμος ἐστὶ ἔχειν σκῆπτρον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.