παραμειψάμενος ὦν τούτους τοῦ ἐπὶ τούτοισι γενομένου βασιλέος , τῷ οὔνομα ἦν Σέσωστρις , τούτου μνήμην ποιήσομαι ·
τὸν ἔλεγον οἱ ἱρέες πρῶτον μὲν πλοίοισι μακροῖσι ὁρμηθέντα ἐκ τοῦ Ἀραβίου κόλπου τοὺς παρὰ τὴν Ἐρυθρὴν θάλασσαν κατοικημένους καταστρέφεσθαι , ἐς ὃ πλέοντά μιν πρόσω ἀπικέσθαι ἐς θάλασσαν οὐκέτι πλωτὴν ὑπὸ βραχέων . ἐνθεῦτεν
δὲ ὡς ὀπίσω ἀπίκετο ἐς Αἴγυπτον , κατὰ τῶν ἱρέων τὴν φάτιν , πολλὴν στρατιὴν τῶν λαβὼν ἤλαυνε διὰ τῆς ἠπείρου , πᾶν ἔθνος τὸ ἐμποδὼν καταστρεφόμενος . ὁτέοισι
μέν νυν αὐτῶν ἀλκίμοισι ἐνετύγχανε καὶ δεινῶς γλιχομένοισι περὶ τῆς ἐλευθερίης , τούτοισι μὲν στήλας ἐνίστη ἐς τὰς χώρας διὰ γραμμάτων λεγούσας τό τε ἑωυτοῦ οὔνομα καὶ τῆς πάτρης , καὶ ὡς δυνάμι τῇ ἑωυτοῦ κατεστρέψατο σφέας · ὅτεων
δὲ ἀμαχητὶ καὶ εὐπετέως παρέλαβε τὰς πόλιας , τούτοισι δὲ ἐνέγραφε ἐν τῇσι στήλῃσι κατὰ ταὐτὰ καὶ τοῖσι ἀνδρηίοισι τῶν ἐθνέων γενομένοισι , καὶ δὴ καὶ αἰδοῖα γυναικὸς προσενέγραφε , δῆλα βουλόμενος ποιέειν ὡς εἴησαν ἀνάλκιδες .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.