τέλος μέντοι ἐκείνης τε λιπαρεούσης καὶ ὑπὸ τοῦ νόμου ἐξεργόμενος , ὅτι ἀτυχῆσαι τὸν χρηίζοντα οὔ σφι δυνατόν ἐστι βασιληίου δείπνου προκειμένου , κάρτα δὴ ἀέκων κατανεύει , καὶ παραδοὺς ποιέει ὧδε · τὴν μὲν κελεύει ποιέειν τὰ βούλεται , ὁ δὲ μεταπεμψάμενος τὸν ἀδελφεὸν λέγει τάδε .
Μασίστα , σὺ εἶς Δαρείου τε παῖς καὶ ἐμὸς ἀδελφεός , πρὸς δʼ ἔτι τούτοισι καὶ εἶς ἀνὴρ ἀγαθός · γυναικὶ δὴ ταύτῃ τῇ νῦν συνοικέεις μὴ συνοίκεε , ἀλλά τοι ἀντʼ αὐτῆς ἐγὼ δίδωμι θυγατέρα τὴν ἐμήν . ταύτῃ συνοίκεε · τὴν δὲ νῦν ἔχεις , οὐ γὰρ δοκέει ἐμοί , μὴ ἔχε γυναῖκα .
ὁ δὲ Μασίστης ἀποθωμάσας τὰ λεγόμενα λέγει τάδε . ὦ δέσποτα , τίνα μοι λόγον λέγεις ἄχρηστον , κελεύων με γυναῖκα , ἐκ τῆς μοι παῖδές τε νεηνίαι εἰσὶ καὶ θυγατέρες , τῶν καὶ σὺ μίαν τῷ παιδὶ τῷ σεωυτοῦ ἠγάγεο γυναῖκα , αὐτή τέ μοι κατὰ νόον τυγχάνει κάρτα ἐοῦσα · ταύτην με κελεύεις μετέντα θυγατέρα τὴν σὴν γῆμαι ;
ἐγὼ δὲ βασιλεῦ μεγάλα μὲν ποιεῦμαι ἀξιεύμενος θυγατρὸς τῆς σῆς , ποιήσω μέντοι τούτων οὐδέτερα . σὺ δὲ μηδαμῶς βιῶ πρήγματος τοιοῦδε δεόμενος · ἀλλὰ τῇ τε σῇ θυγατρὶ ἀνὴρ ἄλλος φανήσεται ἐμεῦ οὐδὲν ἥσσων , ἐμέ τε ἔα γυναικὶ τῇ ἐμῇ συνοικέειν .
ὃ μὲν δὴ τοιούτοισι ἀμείβεται , Ξέρξης δὲ θυμωθεὶς λέγει τάδε . οὕτω τοι , Μασίστα , πέπρηκται · οὔτε γὰρ ἄν τοι δοίην θυγατέρα τὴν ἐμὴν γῆμαι , οὔτε ἐκείνῃ πλεῦνα χρόνον συνοικήσεις , ὡς μάθῃς τὰ διδόμενα δέκεσθαι . ὁ δὲ ὡς ταῦτα ἤκουσε , εἴπας τοσόνδε ἐχώρεε ἔξω δέσποτα , οὐ δὴ κώ με ἀπώλεσας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.