ἡμέρῃ δὲ δεκάτῃ ἀπʼ ἧς παρέλαβε τὸ τεῖχος τὸ ἐν Μέμφι Καμβύσης , κατίσας ἐς τὸ προάστειον ἐπὶ λύμῃ τὸν βασιλέα τῶν Αἰγυπτίων Ψαμμήνιτον , βασιλεύσαντα μῆνας ἕξ , τοῦτον κατίσας σὺν ἄλλοισι Αἰγυπτίοισι διεπειρᾶτο αὐτοῦ τῆς ψυχῆς ποιέων τοιάδε ·
στείλας αὐτοῦ τὴν θυγατέρα ἐσθῆτι δουληίῃ ἐξέπεμπε ἐπʼ ὕδωρ ἔχουσαν ὑδρήιον , συνέπεμπε δὲ καὶ ἄλλας παρθένους ἀπολέξας ἀνδρῶν τῶν πρώτων , ὁμοίως ἐσταλμένας τῇ τοῦ βασιλέος . ὡς
δὲ βοῇ τε καὶ κλαυθμῷ παρήισαν αἱ παρθένοι παρὰ τοὺς πατέρας , οἱ μὲν ἄλλοι πάντες ἀντεβόων τε καὶ ἀντέκλαιον ὁρῶντες τὰ τέκνα κεκακωμένα , ὁ δὲ Ψαμμήνιτος προϊδὼν καὶ μαθὼν ἔκυψε ἐς τὴν γῆν . παρελθουσέων
δὲ τῶν ὑδροφόρων , δεύτερά οἱ τὸν παῖδα ἔπεμπε μετʼ ἄλλων Αἰγυπτίων δισχιλίων τὴν αὐτὴν ἡλικίην ἐχόντων , τούς τε αὐχένας κάλῳ δεδεμένους καὶ τὰ στόματα ἐγκεχαλινωμένους · ἤγοντο
δὲ ποινὴν τίσοντες Μυτιληναίων τοῖσι ἐν Μέμφι ἀπολομένοισι σὺν τῇ νηί . ταῦτα γὰρ ἐδίκασαν οἱ βασιλήιοι δικασταί , ὑπὲρ ἀνδρὸς ἑκάστου δέκα Αἰγυπτίων τῶν πρώτων ἀνταπόλλυσθαι . ὁ δὲ
ἰδὼν παρεξιόντας καὶ μαθὼν τὸν παῖδα ἡγεόμενον ἐπὶ θάνατον , τῶν ἄλλων Αἰγυπτίων τῶν περικατημένων αὐτὸν κλαιόντων καὶ δεινὰ ποιεύντων , τὠυτὸ ἐποίησε τὸ καὶ ἐπὶ τῇ θυγατρί . παρελθόντων
δὲ καὶ τούτων , συνήνεικε ὥστε τῶν συμποτέων οἱ ἄνδρα ἀπηλικέστερον , ἐκπεπτωκότα ἐκ τῶν ἐόντων ἔχοντά τε οὐδὲν εἰ μὴ ὅσα πτωχὸς καὶ προσαιτέοντα τὴν στρατιήν , παριέναι Ψαμμήνιτόν τε τὸν Ἀμάσιος καὶ τοὺς ἐν τῷ προαστείῳ κατημένους Αἰγυπτίων . ὁ δὲ Ψαμμήνιτος ὡς εἶδε , ἀνακλαύσας μέγα καὶ καλέσας ὀνομαστὶ τὸν ἑταῖρον ἐπλήξατο τὴν κεφαλήν . ἦσαν δʼ
ἄρα αὐτοῦ φύλακοι , οἳ τὸ ποιεύμενον πᾶν ἐξ ἐκείνου ἐπʼ ἑκάστῃ ἐξόδῳ Καμβύσῃ ἐσήμαινον . θωμάσας δὲ ὁ Καμβύσης τὰ ποιεύμενα , πέμψας ἄγγελον εἰρώτα αὐτὸν λέγων τάδε . δεσπότης
σε Καμβύσης , Ψαμμήνιτε , εἰρωτᾷ διʼ ὅ τι δὴ τὴν μὲν θυγατέρα ὁρέων κεκακωμένην καὶ τὸν παῖδα ἐπὶ θάνατον στείχοντα οὔτε ἀνέβωσας οὔτε ἀπέκλαυσας , τὸν δὲ πτωχὸν οὐδὲν σοὶ προσήκοντα , ὡς ἄλλων πυνθάνεται , ἐτίμησας . ὃ μὲν δὴ ταῦτα ἐπειρώτα , ὃ δʼ ἀμείβετο τοῖσιδε . ὦ παῖ Κύρου
, τὰ μὲν οἰκήια ἦν μέζω κακὰ ἢ ὥστε ἀνακλαίειν , τὸ δὲ τοῦ ἑταίρου πένθος ἄξιον ἦν δακρύων , ὃς ἐκ πολλῶν τε καὶ εὐδαιμόνων ἐκπεσὼν ἐς πτωχηίην ἀπῖκται ἐπὶ γήραος οὐδῷ . καὶ ταῦτα ὡς ἀπενειχθέντα ὑπὸ τούτου εὖ δοκέειν σφι εἰρῆσθαι , ὡς δὲ λέγεται
ὡς δὲὑπʼ Αἰγυπτίων , δακρύειν μὲν Κροῖσον (ἐτετεύχεε γὰρ καὶ οὗτος ἐπισπόμενος Καμβύσῃ ἐπʼ Αἴγυπτους ) , δακρύειν δὲ Περσέων τοὺς παρεόντας · αὐτῷ τε Καμβύσῃ ἐσελθεῖν οἶκτον τινά , καὶ αὐτίκα κελεύειν τόν τέ οἱ παῖδα ἐκ τῶν ἀπολλυμένων σώζειν καὶ αὐτὸν ἐκ τοῦ προαστείου ἀναστήσαντας ἄγειν παρʼ ἑωυτόν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.