τὸν μὲν δὴ εἰρύσαντα τῶν τόξων τὸ ἕτερον (δύο γὰρ δὴ φορέειν τέως Ἡρακλέα) καὶ τὸν ζωστῆρα προδέξαντα , παραδοῦναι τὸ τόξον τε καὶ τὸν ζωστῆρα ἔχοντα ἐπʼ ἄκρης τῆς συμβολῆς φιάλην χρυσέην , δόντα δὲ ἀπαλλάσσεσθαι . τὴν δʼ , ἐπεὶ οἱ γενομένους τοὺς παῖδας ἀνδρωθῆναι , τοῦτο μὲν σφι οὐνόματα θέσθαι , τῷ μὲν Ἀγάθυρσον αὐτῶν , τῷ δʼ ἑπομένῳ Γελωνόν , Σκύθην δὲ τῷ νεωτάτῳ , τοῦτο δὲ τῆς ἐπιστολῆς μεμνημένην αὐτὴν ποιῆσαι τά ἐντεταλμένα . καὶ
δὴ δύο μὲν οἱ τῶν παίδων , τόν τε Ἀγάθυρσον καὶ τὸν Γελωνόν , οὐκ οἵους τε γενομένους ἐξικέσθαι πρὸς τὸν προκείμενον ἄεθλον , οἴχεσθαι ἐκ τῆς χώρης ἐκβληθέντας ὑπὸ τῆς γειναμένης , τὸν δὲ νεώτατον αὐτῶν Σκύθην ἐπιτελέσαντα καταμεῖναι ἐν τῇ χωρῇ . καὶ
ἀπὸ μὲν Σκύθεω τοῦ Ἡρακλέος γενέσθαι τοὺς αἰεὶ βασιλέας γινομένους Σκυθέων , ἀπὸ δὲ τῆς φιάλης ἔτι καὶ ἐς τόδε φιάλας ἐκ τῶν ζωστήρων φορέειν Σκύθας · τὸ δὴ μοῦνον μηχανήσασθαι τὴν μητέρα Σκύθῃ . ταῦτα δὲ Ἑλλήνων οἱ τὸν Πόντον οἰκέοντες λέγουσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.