ἡμέρην δὲ ἁπασέων μάλιστα ἐκείνην τιμᾶν νομίζουσι τῇ ἕκαστος ἐγένετο . ἐν ταύτῃ δὲ πλέω δαῖτα τῶν ἀλλέων δικαιεῦσι προτίθεσθαι · ἐν τῇ οἱ εὐδαίμονες αὐτῶν βοῦν καὶ ἵππον καὶ κάμηλον καὶ ὄνον προτιθέαται ὅλους ὀπτοὺς ἐν καμίνοισι , οἱ δὲ πένητες αὐτῶν τὰ λεπτὰ τῶν προβάτων προτιθέαται .
σίτοισι δὲ ὀλίγοισι χρέωνται , ἐπιφορήμασι δὲ πολλοῖσι καὶ οὐκ ἁλέσι · καὶ διὰ τοῦτο φασὶ Πέρσαι τοὺς Ἕλληνας σιτεομένους πεινῶντας παύεσθαι , ὅτι σφι ἀπὸ δείπνου παραφορέεται οὐδὲν λόγου ἄξιον · εἰ δέ τι παραφέροιτο , ἐσθίοντας ἂν οὐ παύεσθαι . οἴνῳ
δὲ κάρτα προσκέαται , καί σφι οὐκ ἐμέσαι ἔξεστι , οὐκὶ οὐρῆσαι ἀντίον ἄλλου . ταῦτα μέν νυν οὕτω φυλάσσεται , μεθυσκόμενοι δὲ ἐώθασι βουλεύεσθαι τὰ σπουδαιέστατα τῶν πρηγμάτων · τὸ
δʼ ἂν ἅδῃ σφι βουλευομένοισι , τοῦτο τῇ ὑστεραίῃ νήφουσι προτιθεῖ ὁ στέγαρχος , ἐν τοῦ ἂν ἐόντες βουλεύωνται , καὶ ἢν μὲν ἅδῃ καὶ νήφουσι , χρέωνται αὐτῷ , ἢν δὲμὴ ἅδῃ , μετιεῖσι . τὰ δʼ ἂν νήφοντες προβουλεύσωνται , μεθυσκόμενοι ἐπιδιαγινώσκουσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.