τελεωθέντων δὲ ἀμφοτέροισι , οὗτοι μὲν κατὰ τὰ εἵλοντο ἐτράποντο , Δαρεῖον δὲ συνήνεικε πρῆγμα τοιόνδε ἰδόμενον ἐπιθυμῆσαι ἐντείλασθαι Μεγαβάζῳ Παίονας ἑλόντα ἀνασπάστους ποιῆσαι ἐς τὴν Ἀσίην ἐκ τῆς Εὐρώπης . ἦν Πίγρης καὶ Μαντύης ἄνδρες Παίονες , οἳ ἐπείτε Δαρεῖος διέβη ἐς τὴν Ἀσίην , αὐτοὶ ἐθέλοντες Παιόνων τυραννεύειν ἀπικνέονται ἐς Σάρδις , ἅμα ἀγόμενοι ἀδελφεὴν μεγάλην τε καὶ εὐειδέα .
φυλάξαντες δὲ Δαρεῖον προκατιζόμενον ἐς τὸ προάστειον τὸ τῶν Λυδῶν ἐποίησαν τοιόνδε · σκευάσαντες τὴν ἀδελφεὴν ὡς εἶχον ἄριστα , ἐπʼ ὕδωρ ἔπεμπον ἄγγος ἐπὶ τῇ κεφαλῇ ἔχουσαν καὶ ἐκ τοῦ βραχίονος ἵππον ἐπέλκουσαν καὶ κλώθουσαν λίνον . ὡς
δὲ παρεξήιε ἡ γυνή , ἐπιμελὲς τῷ Δαρείῳ ἐγένετο · οὔτε γὰρ Περσικὰ ἦν οὔτε Λύδια τὰ ποιεύμενα ἐκ τῆς γυναικός , οὔτε πρὸς τῶν ἐκ τῆς Ἀσίης οὐδαμῶν . ἐπιμελὲς δὲ ὥς οἱ ἐγένετο , τῶν δορυφόρων τινὰς πέμπει κελεύων φυλάξαι ὅ τι χρήσεται τῷ ἵππῳ ἡ γυνή . οἳ
μὲν δὴ ὄπισθε εἵποντο · ἣ δὲ ἐπείτε ἀπίκετο ἐπὶ τὸν ποταμόν , ἦρσε τὸν ἵππον , ἄρσασα δὲ καὶ τὸ ἄγγος τοῦ ὕδατος ἐμπλησαμένη τὴν αὐτὴν ὁδὸν παρεξήιε , φέρουσα τὸ ὕδωρ ἐπὶ τῆς κεφαλῆς καὶ ἐπέλκουσα ἐκ τοῦ βραχίονος τὸν ἵππον καὶ στρέφουσα τὸν ἄτρακτον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.