Νείλου μέν νυν πέρι τοσαῦτα εἰρήσθω · ἔρχομαι δὲ περὶ Αἰγύπτου μηκυνέων τὸν λόγον , ὅτι πλεῖστα θωμάσια ἔχει ἢ ἡ ἄλλη πᾶσα χώρη καὶ ἔργα λόγου μέζω παρέχεται πρὸς πᾶσαν χώρην · τούτων εἵνεκα πλέω περὶ αὐτῆς εἰρήσεται .
Αἰγύπτιοι ἅμα τῷ οὐρανῷ τῷ κατὰ σφέας ἐόντι ἑτεροίῳ καὶ τῷ ποταμῷ φύσιν ἀλλοίην παρεχομένῳ ἢ οἱ ἄλλοι ποταμοί , τὰ πολλὰ πάντα ἔμπαλιν τοῖσι ἄλλοισι ἀνθρώποισι ἐστήσαντο ἤθεά τε καὶ νόμους · ἐν τοῖσι αἱ μὲν γυναῖκες ἀγοράζουσι καὶ καπηλεύουσι , οἱ δὲ ἄνδρες κατʼ οἴκους ἐόντες ὑφαίνουσι · ὑφαίνουσι δὲ οἱ μὲν ἄλλοι ἄνω τὴν κρόκην ὠθέοντες , Αἰγύπτιοι δὲ κάτω .
τὰ ἄχθεα οἱ μὲν ἄνδρες ἐπὶ τῶν κεφαλέων φορέουσι , αἱ δὲ γυναῖκες ἐπὶ τῶν ὤμων . οὐρέουσι αἱ μὲν γυναῖκες ὀρθαί , οἱ δὲ ἄνδρες κατήμενοι . εὐμαρείῃ χρέωνται ἐν τοῖσι οἴκοισι , ἐσθίουσι δὲ ἔξω ἐν τῇσι ὁδοῖσι ἐπιλέγοντες ὡς τὰ μὲν αἰσχρὰ ἀναγκαῖα δὲ ἐν ἀποκρύφῳ ἐστὶ ποιέειν χρεόν , τὰ δὲ μὴ αἰσχρὰ ἀναφανδόν . ἱρᾶται
γυνὴ μὲν οὐδεμία οὔτε ἔρσενος θεοῦ οὔτε θηλέης , ἄνδρες δὲ πάντων τε καὶ πασέων . τρέφειν τοὺς τοκέας τοῖσι μὲν παισὶ οὐδεμία ἀνάγκη μὴ βουλομένοισι , τῇσι δὲ θυγατράσι πᾶσα ἀνάγκη καὶ μὴ βουλομένῃσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.