Μεγάβυζος μὲν δὴ ταύτην γνώμην ἐσέφερε · τρίτος δὲ Δαρεῖος ἀπεδείκνυτο γνώμην , λέγων ἐμοὶ δὲ τὰ μὲν εἶπε Μεγάβυζος ἐς τὸ πλῆθος ἔχοντα δοκέει ὀρθῶς λέξαι , τὰ δὲ ἐς ὀλιγαρχίην οὐκ ὀρθῶς . τριῶν γὰρ προκειμένων καὶ πάντων τῷ λόγῳ ἀρίστων ἐόντων , δήμου τε ἀρίστου καὶ ὀλιγαρχίης καὶ μουνάρχου , πολλῷ τοῦτο προέχειν λέγω .
ἀνδρὸς γὰρ ἑνὸς τοῦ ἀρίστου οὐδὲν ἄμεινον ἂν φανείη · γνώμῃ γὰρ τοιαύτῃ χρεώμενος ἐπιτροπεύοι ἂν ἀμωμήτως τοῦ πλήθεος , σιγῷτό τε ἂν βουλεύματα ἐπὶ δυσμενέας ἄνδρας οὕτω μάλιστα .
ἐν δὲ ὀλιγαρχίῃ πολλοῖσι ἀρετὴν ἐπασκέουσι ἐς τὸ κοινὸν ἔχθεα ἴδια ἰσχυρὰ φιλέει ἐγγίνεσθαι · αὐτὸς γὰρ ἕκαστος βουλόμενος κορυφαῖος εἶναι γνώμῃσί τε νικᾶν ἐς ἔχθεα μεγάλα ἀλλήλοισι ἀπικνέονται , ἐξ ὧν στάσιες ἐγγίνονται , ἐκ δὲ τῶν στασίων φόνος · ἐκ δὲ τοῦ φόνου ἀπέβη ἐς μουναρχίην , καὶ ἐν τούτῳ διέδεξε ὅσῳ ἐστὶ τοῦτο ἄριστον .
δήμου τε αὖ ἄρχοντος ἀδύνατα μὴ οὐ κακότητα ἐγγίνεσθαι · κακότητος τοίνυν ἐγγινομένης ἐς τὰ κοινὰ ἔχθεα μὲν οὐκ ἐγγίνεται τοῖσι κακοῖσι , φιλίαι δὲ ἰσχυραί · οἱ γὰρ κακοῦντες τὰ κοινὰ συγκύψαντες ποιεῦσι . τοῦτο δὲ τοιοῦτο γίνεται ἐς ὃ ἂν προστάς τις τοῦ δήμου τοὺς τοιούτους παύσῃ . ἐκ δὲ αὐτῶν θωμάζεται οὗτος δὴ ὑπὸ τοῦ δήμου , θωμαζόμενος δὲ ἀνʼ ὦν ἐφάνη μούναρχος ἐών , καὶ ἐν τούτῳ δηλοῖ καὶ οὗτος ὡς ἡ μουναρχίη κράτιστον .
ἑνὶ δὲ ἔπεϊ πάντα συλλαβόντα εἰπεῖν , κόθεν ἡμῖν ἡ ἐλευθερίη ἐγένετο καὶ τεῦ δόντος ; κότερα παρὰ τοῦ δήμου ἢ ὀλιγαρχίης ἢ μουνάρχου ; ἔχω τοίνυν γνώμην ἡμέας ἐλευθερωθέντας διὰ ἕνα ἄνδρα τὸ τοιοῦτο περιστέλλειν , χωρίς τε τούτου πατρίους νόμους μὴ λύειν ἔχοντας εὖ · οὐ γὰρ ἄμεινον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.